4.185 μέχρι μὲν δὴ τῶν Ἀτλάντων τούτων ἔχω τὰ οὐνόματα τῶν ἐν τῇ ὀφρύῃ κατοικημένων καταλέξαι , τὸ δ’ ἀπὸ τούτων οὐκέτι . διήκει δ’ ὦν ὀφρύη μέχρι Ἡρακλέων στηλέων καὶ τὸ ἔξω τουτέων . ἔστι δὲ ἁλός τε μέταλλον ἐν αὐτῇ διὰ δέκα ἡμερέων ὁδοῦ καὶ ἄνθρωποι οἰκέοντες . τὰ δὲ οἰκία τούτοισι πᾶσι ἐκ τῶν ἁλίνων χόνδρων οἰκοδομέαται . ταῦτα γὰρ ἤδη τῆς Λιβύης ἄνομβρα ἐστί · οὐ γὰρ ἂν ἠδυνέατο μένειν οἱ τοῖχοι ἐόντες ἅλινοι , εἰ ὗε . δὲ ἃλς αὐτόθι καὶ λευκὸς καὶ πορφύρεος τὸ εἶδος ὀρύσσεται . ὑπὲρ δὲ τῆς ὀφρύης τὸ πρὸς νότου καὶ ἐς μεσόγαιαν τῆς Λιβύης ἔρημος καὶ ἄνυδρος καὶ ἄθηρος καὶ ἄνομβρος καὶ ἄξυλος ἐστὶ χώρη , καὶ ἰκμάδος ἐστὶ ἐν αὐτῇ οὐδέν .
4.186 οὕτω μὲν μέχρι τῆς Τριτωνίδος λίμνης ἀπ’ Αἰγύπτου νομάδες εἰσὶ κρεοφάγοι τε καὶ γαλακτοπόται Λίβυες , καὶ θηλέων τε βοῶν οὔτι γευόμενοι , διότι περ οὐδὲ Αἰγύπτιοι , καὶ ὗς οὐ τρέφοντες . βοῶν μέν νυν θηλέων οὐδ’ αἱ Κυρηναίων γυναῖκες δικαιοῦσι πατέεσθαι διὰ τὴν ἐν Αἰγύπτῳ Ἶσιν , ἀλλὰ καὶ νηστηίας αὐτῇ καὶ ὁρτὰς ἐπιτελέουσι . αἱ δὲ τῶν Βαρκαίων γυναῖκες οὐδὲ ὑῶν πρὸς τῇσι βουσὶ γεύονται .
4.187 ταῦτα μὲν δὴ οὕτω ἔχει . τὸ δὲ πρὸς ἑσπέρης τῆς Τριτωνίδος λίμνης οὐκέτι νομάδες εἰσὶ Λίβυες οὐδὲ νόμοισι τοῖσι αὐτοῖσι χρεώμενοι , οὐδὲ κατὰ τὰ παιδία ποιεῦντες οἷον τι καὶ οἱ νομάδες ἐώθασι ποιέειν .