4.183 οἱ Γαράμαντες δὴ οὗτοι τοὺς τρωγλοδύτας Αἰθίοπας θηρεύουσι τοῖσι τεθρίπποισι · οἱ γὰρ τρωγλοδύται Αἰθίοπες πόδας τάχιστοι ἀνθρώπων πάντων εἰσὶ τῶν ἡμεῖς πέρι λόγους ἀποφερομένους ἀκούομεν . σιτέονται δὲ οἱ τρωγλοδύται ὄφις καὶ σαύρους καὶ τὰ τοιαῦτα τῶν ἑρπετῶν · γλῶσσαν δὲ οὐδεμιῇ ἄλλῃ παρομοίην νενομίκασι , ἀλλὰ τετρίγασι κατά περ αἱ νυκτερίδες .
4.184 ἀπὸ δὲ Γαραμάντων δι’ ἀλλέων δέκα ἡμερέων ὁδοῦ ἄλλος ἁλός τε κολωνὸς καὶ ὕδωρ , καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι τοῖσι οὔνομα ἐστὶ Ἀτάραντες , οἳ ἀνώνυμοι εἰσὶ μοῦνοι ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν · ἁλέσι μὲν γάρ σφι ἐστὶ Ἀτάραντες οὔνομα , ἑνὶ δὲ ἑκάστῳ αὐτῶν οὔνομα οὐδὲν κέεται . οὗτοι τῷ ἡλίῳ ὑπερβάλλοντι καταρῶνται καὶ πρὸς τούτοισι πάντα τὰ αἰσχρὰ λοιδορέονται , ὅτι σφέας καίων ἐπιτρίβει , αὐτούς τε τοὺς ἀνθρώπους καὶ τὴν χώρην αὐτῶν . μετὰ δὲ δι’ ἀλλέων δέκα ἡμερέων ἄλλος κολωνὸς ἁλὸς καὶ ὕδωρ , καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι . ἔχεται δὲ τοῦ ἁλὸς Τούτου ὄρος τῷ οὔνομα ἐστὶ Ἄτλας , ἔστι δὲ στεινὸν καὶ κυκλοτερὲς πάντη , ὑψηλὸν δὲ οὕτω δή τι λέγεται ὡς τὰς κορυφὰς αὐτοῦ οὐκ οἶά τε εἶναι ἰδέσθαι . οὐδέκοτε γὰρ αὐτὰς ἀπολείπειν νέφεα οὔτε θέρεος οὔτε χειμῶνος . τοῦτο τὸν κίονα τοῦ οὐρανοῦ λέγουσι οἱ ἐπιχώριοι εἶναι . ἐπὶ τούτου τοῦ ὄρεος οἱ ἄνθρωποι οὗτοι ἐπώνυμοι ἐγένοντο · καλέονται γὰρ δὴ Ἄτλαντες . λέγονται δὲ οὔτε ἔμψυχον οὐδὲν σιτέεσθαι οὔτε ἐνύπνια ὁρᾶν .