4.181 τηνικαῦτα δὲ ἄρδουσι τοὺς κήπους · ἀποκλινομένης δὲ τῆς ἡμέρης ὑπίεται τοῦ ψυχροῦ , ἐς οὗ δύεταί τε ἥλιος καὶ τὸ ὕδωρ γίνεται χλιαρόν . ἐπὶ δὲ μᾶλλον ἰὸν ἐς τὸ θερμὸν ἐς μέσας νύκτας πελάζει , τηνικαῦτα δὲ ζέει ἀμβολάδην · παρέρχονται τε μέσαι νύκτες καὶ ψύχεται μέχρι ἐς ἠῶ . ἐπίκλησιν δὲ αὕτη κρήνη καλέεται ἡλίου .
4.182 μετὰ δὲ Ἀμμωνίους διὰ τῆς ὀφρύης τῆς ψάμμου δι’ ἀλλέων δέκα ἡμερέων ὁδοῦ κολωνός τε ἁλός ἐστι ὅμοιος τῷ Ἀμμωνίῳ καὶ ὕδωρ , καὶ ἄνθρωποι περὶ αὐτὸν οἰκέουσι · τῷ δὲ χώρῳ τούτῳ οὔνομα Αὔγιλα ἐστί . ἐς τοῦτον τὸν χῶρον οἱ Νασαμῶνες ὀπωριεῦντες τοὺς φοίνικας φοιτῶσι .
4.183 ἀπὸ δὲ Αὐγίλων διὰ δέκα ἡμερέων ἀλλέων ὁδοῦ ἕτερος ἁλὸς κολωνὸς καὶ ὕδωρ καὶ φοίνικες καρποφόροι πολλοί , κατά περ καὶ ἐν τοῖσι ἑτέροισι · καὶ ἄνθρωποι οἰκέουσι ἐν αὐτῷ τοῖσι οὔνομα Γαράμαντες ἐστί , ἔθνος μέγα ἰσχυρῶς , οἳ ἐπὶ τὸν ἅλα γῆν ἐπιφορέοντες οὕτω σπείρουσι . συντομώτατον δ’ ἐστὶ ἐς τοὺς Λωτοφάγους , ἐκ τῶν τριήκοντα ἡμερέων ἐς αὐτοὺς ὁδός ἐστι · ἐν τοῖσι καὶ οἱ ὀπισθονόμοι βόες γίνονται · ὀπισθονόμοι δὲ διὰ τόδε εἰσι . τὰ κέρεα ἔχουσι κεκυφότα ἐς τὸ ἔμπροσθε · διὰ τοῦτο ὀπίσω ἀναχωρέοντες νέμονται · ἐς γὰρ τὸ ἔμπροσθε οὐκ οἷοι τε εἰσὶ προεμβαλλόντων ἐς τὴν γῆν τῶν κερέων . ἄλλο δὲ οὐδὲν διαφέρουσι τῶν ἄλλων βοῶν ὅτι μὴ τοῦτο καὶ τὸ δέρμα ἐς παχύτητά τε καὶ τρῖψιν .