4.180 τὴν δὲ Ἀθηναίην φασὶ Ποσειδέωνος εἶναι θυγατέρα καὶ τῆς Τριτωνίδος λίμνης , καί μιν μεμφθεῖσάν τι τῷ πατρὶ δοῦναι ἑωυτὴν τῷ Διί , τὸν δὲ Δία ἑωυτοῦ μιν ποιήσασθαι θυγατέρα . ταῦτα μὲν λέγουσι , μῖξιν δὲ ἐπίκοινον τῶν γυναικῶν ποιέονται , οὔτε συνοικέοντες κτηνηδόν τε μισγόμενοι . ἐπεὰν δὲ γυναικὶ τὸ παιδίον ἁδρὸν γένηται , συμφοιτῶσι ἐς τὠυτὸ οἱ ἄνδρες τρίτου μηνός , καὶ τῷ ἂν οἴκῃ τῶν ἀνδρῶν τὸ παιδίον , τούτου παῖς νομίζεται .
4.181 οὗτοι μὲν οἱ παραθαλάσσιοι τῶν νομάδων Λιβύων εἰρέαται , ὑπὲρ δὲ τούτων ἐς μεσόγαιαν θηριώδης ἐστὶ Λιβύη , ὑπὲρ δὲ τῆς θηριώδεος ὀφρύη ψάμμης κατήκει παρατείνουσα ἀπὸ Θηβέων τῶν Αἰγυπτιέων ἐπ’ Ἡρακλέας στήλας . ἐν δὲ τῇ ὀφρύῃ ταύτῃ μάλιστα διὰ δέκα ἡμερέων ὁδοῦ ἁλός ἐστι τρύφεα κατὰ χόνδρους μεγάλους ἐν κολωνοῖσι , καὶ ἐν κορυφῇσι ἑκάστου τοῦ κολωνοῦ ἀνακοντίζει ἐκ μέσου τοῦ ἁλὸς ὕδωρ ψυχρὸν καὶ γλυκύ , περὶ δὲ αὐτὸν ἄνθρωποι οἰκέουσι ἔσχατοι πρὸς τῆς ἐρήμου καὶ ὑπὲρ τῆς θηριώδεος , πρῶτοι μὲν ἀπὸ Θηβέων διὰ δέκα ἡμερέων ὁδοῦ Ἀμμώνιοι , ἔχοντες τὸ ἱρὸν ἀπὸ τοῦ Θηβαιέος Διός · καὶ γὰρ τὸ ἐν Θήβῃσι , ὡς καὶ πρότερον εἴρηταί μοι , κριοπρόσωπον τοῦ Διὸς τὤγαλμα ἐστί . τυγχάνει δὲ καὶ ἄλλο σφι ὕδωρ κρηναῖον ἐὸν , τὸ τὸν μὲν ὄρθρον γίνεται χλιαρόν , ἀγορῆς δὲ πληθυούσης ψυχρότερον , μεσαμβρίη τε ἐστὶ καὶ τὸ κάρτα γίνεται ψυχρόν ·