4.179 πειθομένου δὲ τοῦ Ἰήσονος , οὕτω δὴ τόν τε διέκπλοον τῶν βραχέων δεικνύναι τὸν Τρίτωνά σφι καὶ τὸν τρίποδα θεῖναι ἐν τῷ ἑωυτοῦ ἱρῷ , ἐπιθεσπίσαντά τε τῷ τρίποδι καὶ τοῖσι σὺν Ἰήσονι σημήναντα τὸν πάντα λόγον , ὡς ἐπεὰν τὸν τρίποδα κομίσηται τῶν ἐκγόνων τις τῶν ἐν τῇ Ἀργοῖ συμπλεόντων , τότε ἑκατὸν πόλιας οἰκῆσαι περὶ τὴν Τριτωνίδα λίμνην Ἑλληνίδας πᾶσαν εἶναι ἀνάγκην . ταῦτα ἀκούσαντας τοὺς ἐπιχωρίους τῶν Λιβύων κρύψαι τὸν τρίποδα .
4.180 τούτων δὲ ἔχοντας τῶν Μαχλύων Αὐσέες · οὗτοι δὲ καὶ οἱ Μάχλυες πέριξ τὴν Τριτωνίδα λίμνην οἰκέουσι , τὸ μέσον δέ σφι οὐρίζει Τρίτων . καὶ οἱ μὲν Μάχλυες τὰ ὀπίσω κομῶσι τῆς κεφαλῆς , οἱ δὲ Αὐσέες τὰ ἔμπροσθε . ὁρτῇ δὲ ἐνιαυσίῃ Ἀθηναίης αἱ παρθένοι αὐτῶν δίχα διαστᾶσαι μάχονται πρὸς ἀλλήλας λίθοισί τε καὶ ξύλοισι , τῷ αὐθιγενέι θεῷ λέγουσαι τὰ πάτρια ἀποτελέειν , τὴν Ἀθηναίην καλέομεν . τὰς δὲ ἀποθνησκούσας τῶν παρθένων ἐκ τῶν τρωμάτων ψευδοπαρθένους καλέουσι . πρὶν δὲ ἀνεῖναι αὐτὰς μάχεσθαι , τάδε ποιεῦσι κοινῇ . παρθένον τὴν καλλιστεύουσαν ἑκάστοτε κοσμήσαντες κυνέῃ τε Κορινθίῃ καὶ πανοπλίῃ Ἑλληνικῇ καὶ ἐπ’ ἅρμα ἀναβιβάσαντες περιάγουσι τὴν λίμνην κύκλῳ . ὁτέοισι δὲ τὸ πάλαι ἐκόσμεον τὰς παρθένους πρὶν σφι Ἕλληνας παροικισθῆναι , οὐκ ἔχω εἰπεῖν , δοκέω δ’ ὦν Αἰγυπτίοισι ὅπλοισι κοσμέεσθαι αὐτάς · ἀπὸ γὰρ Αἰγύπτου καὶ τὴν ἀσπίδα καὶ τὸ κράνος φημὶ ἀπῖχθαι ἐς τοὺς Ἕλληνας .