4.177 ἀκτὴν δὲ προέχουσαν ἐς τὸν πόντον τούτων τῶν Γινδάνων νέμονται Λωτοφάγοι , οἳ τὸν καρπὸν μοῦνον τοῦ λωτοῦ τρώγοντες ζώουσι . δὲ τοῦ λωτοῦ καρπὸς ἐστὶ μέγαθος ὅσον τε τῆς σχίνου , γλυκύτητα δὲ τοῦ φοίνικος τῷ καρπῷ προσείκελος . ποιεῦνται δὲ ἐκ τοῦ καρποῦ τούτου οἱ Λωτοφάγοι καὶ οἶνον .
4.178 λωτοφάγων δὲ τὸ παρὰ θάλασσαν ἔχονται Μάχλυες , τῷ λωτῷ μὲν καὶ οὗτοι χρεώμενοι , ἀτὰρ ἧσσον γε τῶν πρότερον λεχθέντων , κατήκουσι δὲ ἐπὶ ποταμὸν μέγαν τῷ οὔνομα Τρίτων ἐστί · ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα . ἐν δὲ αὐτῇ , νῆσος ἔνι τῇ , οὔνομα Φλά . ταύτην δὲ τὴν νῆσον Λακεδαιμονίοισι φασὶ λόγιον εἶναι κτίσαι .
4.179 ἔστι δὲ καὶ ὅδε λόγος λεγόμενος . Ἰήσονα , ἐπείτε οἱ ἐξεργάσθη ὑπὸ τῷ Πηλίῳ Ἀργώ , ἐσθέμενον ἐς αὐτὴν ἄλλην τε ἑκατόμβην καὶ δὴ καὶ τρίποδα χάλκεον περιπλώειν Πελοπόννησον , βουλόμενον ἐς Δελφοὺς ἀπικέσθαι . καί μιν , ὡς πλέοντα γενέσθαι κατὰ Μαλέην , ὑπολαβεῖν ἄνεμον βορέην καὶ ἀποφέρειν πρὸς τὴν Λιβύην · πρὶν δὲ κατιδέσθαι γῆν , ἐν τοῖσι βράχεσι γενέσθαι λίμνης τῆς Τριτωνίδος . καί οἱ ἀπορέοντι τὴν ἐξαγωγὴν λόγος ἐστὶ φανῆναι Τρίτωνα καὶ κελεύειν τὸν Ἰήσονα ἑωυτῷ δοῦναι τὸν τρίποδα , φάμενόν σφι καὶ τὸν πόρον δέξειν καὶ ἀπήμονας ἀποστελέειν .