4.173 Νασαμῶσι δὲ προσόμουροι εἰσὶ Ψύλλοι . οὗτοι ἐξαπολώλασι τρόπῳ τοιῷδε · νότος σφι πνέων ἄνεμος τὰ ἔλυτρα τῶν ὑδάτων ἐξηύηνε , δὲ χώρη σφι ἅπασα ἐντὸς ἐοῦσα τῆς Σύρτιος ἦν ἄνυδρος . οἳ δὲ βουλευσάμενοι κοινῷ λόγῳ ἐστρατεύοντο ἐπὶ τὸν νότον ʹλέγω δὲ ταῦτα τὰ λέγουσι Λίβυεσ̓ , καὶ ἐπείτε ἐγίνοντο ἐν τῇ ψάμμῳ , πνεύσας νότος κατέχωσε σφέας . ἐξαπολομένων δὲ τούτων ἔχουσι τὴν χώρην οἱ Νασαμῶνες .
4.174 τούτων δὲ κατύπερθε πρὸς νότον ἄνεμον ἐν τῇ , θηριώδεϊ οἰκέουσι Γαράμαντες , οἳ πάντα ἄνθρωπον φεύγουσι καὶ παντὸς ὁμιλίην , καὶ οὔτε ὅπλον ἐκτέαται ἀρήιον οὐδὲν οὔτε ἀμύνεσθαι ἐπιστέαται .
4.175 οὗτοι μὲν δὴ κατύπερθε οἰκέουσι Νασαμώνων · τὸ δὲ παρὰ τὴν θάλασσαν ἔχονται τὸ πρὸς ἑσπέρης Μάκαι , οἳ λόφους κείρονται , τὸ μὲν μέσον τῶν τριχῶν ἀνιέντες αὔξεσθαι , τὰ δὲ ἔνθεν καὶ ἔνθεν κείροντες ἐν χροΐ , ἐς δὲ τὸν πόλεμον στρουθῶν καταγαίων δορὰς φορέουσι προβλήματα . διὰ δὲ αὐτῶν Κῖνυψ ποταμὸς ῥέων ἐκ λόφου καλευμένου Χαρίτων ἐς θάλασσαν ἐκδιδοῖ . δὲ λόφος οὗτος Χαρίτων δασὺς ἴδῃσι ἐστί , ἐούσης τῆς ἄλλης τῆς προκαταλεχθείσης Λιβύης ψιλῆς · ἀπὸ θαλάσσης δὲ ἐς αὐτὸν στάδιοι διηκόσιοι εἰσί .
4.176 Μακέων δὲ τούτων ἐχόμενοι Γινδᾶνες εἰσί , τῶν αἱ γυναῖκες περισφύρια δερμάτων πολλὰ ἑκάστη φορέει κατὰ τοιόνδε τι , ὡς λέγεται · κατ’ ἄνδρα ἕκαστον μιχθέντα περισφύριον περιδέεται · δὲ ἂν πλεῖστα ἔχῃ , αὕτη ἀρίστη δέδοκται εἶναι ὡς ὑπὸ πλείστων ἀνδρῶν φιληθεῖσα .