4.172 Αὐσχισέων δὲ τούτων τὸ πρὸς ἑσπέρης ἔχονται Νασαμῶνες , ἔθνος ἐὸν πολλόν , οἳ τὸ θέρος καταλείποντες ἐπὶ τῇ θαλάσσῃ τὰ πρόβατα ἀναβαίνουσι ἐς Αὔγιλα χῶρον ὀπωριεῦντες τοὺς φοίνικας . οἳ δὲ πολλοὶ καὶ ἀμφιλαφέες πεφύκασι , πάντες ἐόντες καρποφόροι . τοὺς δὲ ἀττελέβους ἐπεὰν θηρεύσωσι , αὐήναντες πρὸς τὸν ἥλιον καταλέουσι καὶ ἔπειτα ἐπὶ γάλα ἐπιπάσσοντες πίνουσι . γυναῖκας δὲ νομίζοντες πολλὰς ἔχειν ἕκαστος ἐπίκοινον αὐτέων τὴν μῖξιν ποιεῦνται τρόπῳ παραπλησίῳ τῷ καὶ Μασσαγέται · ἐπεὰν σκίπωνα προστήσωνται , μίσγονται . πρῶτον δὲ γαμέοντος Νασαμῶνος ἀνδρὸς νόμος ἐστὶ τὴν νύμφην νυκτὶ τῇ πρώτῃ διὰ πάντων διεξελθεῖν τῶν δαιτυμόνων μισγομένην · τῶν δὲ ὡς ἕκαστος οἱ μιχθῇ , διδοῖ δῶρον τὸ ἂν ἔχῃ φερόμενος ἐξ οἴκου . ὁρκίοισι δὲ καὶ μαντικῇ χρέωνται τοιῇδε · ὀμνύουσι μὲν τοὺς παρὰ σφίσι ἄνδρας δικαιοτάτους καὶ ἀρίστους λεγομένους γενέσθαι , τούτους , τῶν τύμβων ἁπτόμενοι · μαντεύονται δὲ ἐπὶ τῶν προγόνων φοιτέοντες τὰ σήματα , καὶ κατευξάμενοι ἐπικατακοιμῶνται · τὸ δ’ ἂν ἴδη ἐν τῇ , ὄψι ἐνύπνιον , τούτῳ χρᾶται . πίστισι δὲ τοιῇσιδε χρέωνται · ἐκ τῆς χειρὸς διδοῖ πιεῖν καὶ αὐτὸς ἐκ τῆς τοῦ ἑτέρου πίνει . ἢν δὲ μὴ ἔχωσι ὑγρὸν μηδέν , οἳ δὲ τῆς χαμᾶθεν σποδοῦ λαβόντες λείχουσι .