4.168 οὗτοι δὲ μοῦνοι Λιβύων τοῦτο ἐργάζονται , καὶ τῷ βασιλέι μοῦνοι τὰς παρθένους μελλούσας συνοικέειν ἐπιδεικνύουσι . δὲ ἂν τῷ βασιλέι ἀρεστὴ γένηται , ὑπὸ τούτου διαπαρθενεύεται . παρήκουσι δὲ οὗτοι οἱ Ἀδυρμαχίδαι ἀπ’ Αἰγύπτου μέχρι λιμένος τῷ οὔνομα Πλυνός ἐστι .
4.169 τούτων δὲ ἔχονται Γιλιγάμαι , νεμόμενοι τὸ πρὸς ἑσπέρην χώρην μέχρι Ἀφροδισιάδος νήσου . ἐν δὲ τῷ μεταξὺ τούτου χώρῳ τε Πλατέα νῆσος ἐπικέεται , τὴν ἔκτισαν οἱ Κυρηναῖοι , καὶ ἐν τῇ ἠπείρῳ Μενέλαος λιμήν ἐστι καὶ Ἄζιρις , τὴν οἱ Κυρηναῖοι οἴκεον , καὶ τὸ σίλφιον ἄρχεται ἀπὸ τούτου · παρήκει δὲ ἀπὸ Πλατέης νήσου μέχρι τοῦ στόματος τῆς Σύρτιος τὸ σίλφιον . νόμοισι δὲ χρέωνται οὗτοι παραπλησίοισι τοῖσι ἑτέροισι .
4.170 Γιλιγαμέων δὲ ἔχονται τὸ πρὸς ἑσπέρης Ἀσβύσται . οὗτοι ὑπὲρ Κυρήνης οἰκέουσι . ἐπὶ θάλασσαν δὲ οὐ κατήκουσι Ἀσβύσται τὸ γὰρ παρὰ θάλασσαν Κυρηναῖοι νέμονται . τεθριπποβάται δὲ οὐκ ἥκιστα ἀλλὰ μάλιστα Λιβύων εἰσί , νόμους δὲ τοὺς πλεῦνας μιμέεσθαι ἐπιτηδεύουσι τοὺς Κυρηναίων .
4.171 Ἀσβυστέων δὲ ἔχονται τὸ πρὸς ἑσπέρης Αὐσχίσαι · οὗτοι ὑπὲρ Βάρκης οἰκέουσι , κατήκοντες ἐπὶ θάλασσαν κατ’ Εὐεσπερίδας . Αὐσχισέων δὲ κατὰ μέσον τῆς χώρης οἰκέουσι Βάκαλες , ὀλίγον ἔθνος , κατήκοντες ἐπὶ θάλασσαν κατὰ Ταύχειρα πόλιν τῆς Βαρκαίης · νόμοισι δὲ τοῖσι αὐτοῖσι χρέωνται τοῖσι καὶ οἱ ὑπὲρ Κυρήνης .