4.166 Δαρεῖος μὲν γὰρ χρυσίον καθαρώτατον ἀπεψήσας ἐς τὸ δυνατώτατον νόμισμα ἐκόψατο , Ἀρυάνδης δὲ ἄρχων Αἰγύπτου ἀργύριον τὠυτὸ τοῦτο ἐποίεε , καὶ νῦν ἐστὶ ἀργύριον καθαρώτατον τὸ Ἀρυανδικόν . μαθὼν δέ μιν Δαρεῖος ταῦτα ποιεῦντα , αἰτίην οἱ ἄλλην ἐπενείκας ὥς οἱ ἐπανίσταιτο , ἀπέκτεινε .
4.167 τότε δὲ οὗτος Ἀρυάνδης κατοικτείρας Φερετίμην διδοῖ αὐτῇ στρατὸν τὸν ἐξ Αἰγύπτου ἅπαντα καὶ τὸν πεζὸν καὶ τὸν ναυτικόν · στρατηγὸν δὲ τοῦ μὲν πεζοῦ Ἄμασιν ἀπέδεξε ἄνδρα Μαράφιον , τοῦ δὲ ναυτικοῦ Βάδρην ἐόντα Πασαργάδην γένος . πρὶν δὲ ἀποστεῖλαι τὴν στρατιήν , Ἀρυάνδης πέμψας ἐς τὴν Βάρκην κήρυκα ἐπυνθάνετο τίς εἴη Ἀρκεσίλεων ἀποκτείνας . οἱ δὲ Βαρκαῖοι αὐτοὶ ὑπεδέκοντο πάντες · πολλά τε γὰρ καὶ κακὰ πάσχειν ὑπ’ αὐτοῦ . πυθόμενος δὲ ταῦτα Ἀρυάνδης οὕτω δὴ τὴν στρατιὴν ἀπέστειλε ἅμα τῇ Φερετίμῃ . αὕτη μέν νυν αἰτίη πρόσχημα τοῦ στόλου ἐγίνετο , ἀπεπέμπετο δὲ στρατιή , ὡς ἐμοὶ δοκέειν , ἐπὶ Λιβύης καταστροφῇ . Λιβύων γὰρ δὴ ἔθνεα πολλὰ καὶ παντοῖα ἐστι , καὶ τὰ μὲν αὐτῶν ὀλίγα βασιλέος ἦν ὑπήκοα , τὰ δὲ πλέω ἐφρόντιζε Δαρείου οὐδέν .
4.168 οἰκέουσι δὲ κατὰ τάδε Λίβυες . ἀπ’ Αἰγύπτου ἀρξάμενοι πρῶτοι Ἀδυρμαχίδαι Λιβύων κατοίκηνται , οἳ νόμοισι μὲν τὰ πλέω Αἰγυπτίοισι χρέωνται , ἐσθῆτα δὲ φορέουσι οἵην περ οἱ ἄλλοι Λίβυες . αἱ δὲ γυναῖκες αὐτῶν ψέλιον περὶ ἑκατέρῃ τῶν κνημέων φορέουσι χάλκεον · τὰς κεφαλὰς δὲ κομῶσαι , τοὺς φθεῖρας ἐπεὰν λάβωσι τοὺς ἑωυτῆς ἑκάστη ἀντιδάκνει καὶ οὕτω ῥίπτει .