4.164 εἶχε δὲ γυναῖκα συγγενέα ἑωυτοῦ , θυγατέρα δὲ τῶν Βαρκαίων τοῦ βασιλέος , τῷ οὔνομα ἦν Ἀλάζειρ · παρὰ τοῦτον ἀπικνέεται , καί μιν Βαρκαῖοί τε ἄνδρες καὶ τῶν ἐκ Κυρήνης φυγάδων τινὲς καταμαθόντες ἀγοράζοντα κτείνουσι , πρὸς δὲ καὶ τὸν πενθερὸν αὐτοῦ Ἀλάζειρα . Ἀρκεσίλεως μέν νυν εἴτε ἑκὼν εἴτε ἀέκων ἁμαρτὼν τοῦ χρησμοῦ ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ .
4.165 δὲ μήτηρ Φερετίμη , ἕως μὲν Ἀρκεσίλεως ἐν τῇ Βάρκῃ διαιτᾶτο ἐξεργασμένος ἑωυτῷ κακόν , δὲ εἶχε αὐτὴ τοῦ παιδὸς τὰ γέρεα ἐν Κυρήνῃ καὶ τἆλλα νεμομένη καὶ ἐν βουλῇ παρίζουσα . ἐπείτε δὲ ἔμαθε ἐν τῇ Βάρκῃ ἀποθανόντα οἱ τὸν παῖδα , φεύγουσα οἰχώκεε ἐς Αἴγυπτον . ἦσαν γάρ οἱ ἐκ τοῦ Ἀρκεσίλεω εὐεργεσίαι ἐς Καμβύσεα τὸν Κύρου πεποιημέναι · οὗτος γὰρ ἦν Ἀρκεσίλεως ὃς Κυρήνην Καμβύσῃ ἔδωκε καὶ φόρον ἐτάξατο . ἀπικομένη δὲ ἐς τὴν Αἴγυπτον Φερετίμη Ἀρυάνδεω ἱκέτις ἵζετο , τιμωρῆσαι ἑωυτῇ κελεύουσα , προισχομένη πρόφασιν ὡς διὰ τὸν μηδισμὸν παῖς οἱ τέθνηκε .
4.166 δὲ Ἀρυάνδης ἦν οὗτος τῆς Αἰγύπτου ὕπαρχος ὑπὸ Καμβύσεω κατεστεώς , ὃς ὑστέρῳ χρόνῳ τούτων παρισούμενος Δαρείῳ διεφθάρη . πυθόμενος γὰρ καὶ ἰδὼν Δαρεῖον ἐπιθυμέοντα μνημόσυνον ἑωυτοῦ λιπέσθαι τοῦτο τὸ μὴ ἄλλῳ εἴη βασιλέι κατεργασμένον , ἐμιμέετο τοῦτον , ἐς οὗ ἔλαβε τὸν μισθόν .