4.163 δὲ Ἀρκεσίλεως τοῦτον τὸν χρόνον ἐὼν ἐν Σάμῳ συνήγειρε πάντα ἄνδρα ἐπὶ γῆς ἀναδασμῷ · συλλεγομένου δὲ στρατοῦ πολλοῦ , ἐστάλη ἐς Δελφοὺς Ἀρκεσίλεως χρησόμενος τῷ χρηστηρίῳ περὶ κατόδου . δὲ Πυθίη οἱ χρᾷ τάδε . ʹ ἐπὶ μὲν τέσσερας Βᾶττους καὶ Ἀρκεσίλεως τέσσερας , ὀκτὼ ἀνδρῶν γενεάς , διδοῖ ὑμῖν Λοξίης βασιλεύειν Κυρήνης , πλέον μέντοι τούτου οὐδὲ πειρᾶσθαι παραινέει . σὺ μέντοι ἥσυχος εἶναι κατελθὼν ἐς τὴν σεωυτοῦ . ἢν δὲ τὴν κάμινον εὕρῃς πλέην ἀμφορέων , μὴ ἐξοπτήσῃς τοὺς ἀμφορέας ἀλλ’ ἀπόπεμπε κατ’ οὖρον · εἰ δὲ ἐξοπτήσεις τὴν κάμινον , μὴ ἐσέλθῃς ἐς τὴν ἀμφίρρυτον · εἰ δὲ μὴ ἀποθανέαι καὶ αὐτὸς καὶ ταῦρος καλλιστεύων . ʹ ταῦτα Πυθίη Ἀρκεσίλεῳ χρᾷ .
4.164 δὲ παραλαβὼν τοὺς ἐκ τῆς Σάμου κατῆλθε ἐς τὴν Κυρήνην , καὶ ἐπικρατήσας τῶν πρηγμάτων τοῦ μαντηίου οὐκ ἐμέμνητο , ἀλλὰ δίκας τοὺς ἀντιστασιώτας αἴτεε τῆς ἑωυτοῦ φυγῆς . τῶν δὲ οἳ μὲν τὸ παράπαν ἐκ τῆς χώρης ἀπαλλάσσοντο , τοὺς δὲ τινὰς χειρωσάμενος Ἀρκεσίλεως ἐς Κύπρον ἀπέστειλε ἐπὶ διαφθορῇ . τούτους μέν νυν Κνίδιοι ἀπενειχθέντας πρὸς τὴν σφετέρην ἐρρύσαντο καὶ ἐς Θήρην ἀπέστειλαν · ἑτέρους δὲ τινὰς τῶν Κυρηναίων ἐς πύργον μέγαν Ἀγλωμάχου καταφυγόντας ἰδιωτικὸν ὕλην περινήσας Ἀρκεσίλεως ἐνέπρησε . μαθὼν δὲ ἐπ’ ἐξεργασμένοισι τὸ μαντήιον ἐὸν τοῦτο , ὅτι μιν Πυθίη οὐκ ἔα εὑρόντα ἐν τῇ καμίνῳ τοὺς ἀμφορέας ἐξοπτῆσαι , ἔργετο ἑκὼν τῆς τῶν Κυρηναίων πόλιος , δειμαίνων τε τὸν κεχρησμένον θάνατον καὶ δοκέων ἀμφίρρυτον τὴν Κυρήνην εἶναι .