4.161 οὗτος ὦν ὡνὴρ ἀπικόμενος ἐς τὴν Κυρήνην καὶ μαθὼν ἕκαστα τοῦτο μὲν τριφύλους ἐποίησε σφεας , τῇδε διαθείς · Θηραίων μὲν καὶ τῶν περιοίκων μίαν μοῖραν ἐποίησε , ἄλλην δὲ Πελοποννησίων καὶ Κρητῶν , τρίτην δὲ νησιωτέων πάντων . τοῦτο δὲ τῷ βασιλέι Βάττῳ τεμένεα ἐξελὼν καὶ ἱρωσύνας , τὰ ἄλλα πάντα τὰ πρότερον εἶχον οἱ βασιλέες ἐς μέσον τῷ δήμῳ ἔθηκε .
4.162 ἐπὶ μὲν δὴ τούτου τοῦ Βάττου οὕτω διετέλεε ἐόντα , ἐπὶ δὲ τοῦ τούτου παιδὸς Ἀρκεσίλεω πολλὴ ταραχὴ περὶ τῶν τιμέων ἐγένετο . Ἀρκεσίλεως γὰρ Βάττου τε τοῦ χωλοῦ καὶ Φερετίμης οὐκ ἔφη ἀνέξεσθαι κατὰ τὰ Μαντινεὺς Δημῶναξ ἔταξε , ἀλλὰ ἀπαίτεε τὰ τῶν προγόνων γέρεα . ἐνθεῦτεν στασιάζων ἑσσώθη καὶ ἔφυγε ἐς Σάμον , δὲ μήτηρ οἱ ἐς Σαλαμῖνα τῆς Κύπρου ἔφυγε . τῆς δὲ Σαλαμῖνος τοῦτον τὸν χρόνον ἐπεκράτεε Εὐέλθων , ὃς τὸ ἐν Δελφοῖσι θυμιητήριον , ἐὸν ἀξιοθέητον ἀνέθηκε , τὸ ἐν τῷ Κορινθίων θησαυρῷ κέεται . ἀπικομένη δὲ παρὰ τοῦτον Φερετίμη ἐδέετο στρατιῆς κατάξει σφέας ἐς τὴν Κυρήνην . δὲ Εὐέλθων πᾶν μᾶλλον στρατιήν οἱ ἐδίδου · δὲ λαμβάνουσα τὸ διδόμενον καλὸν μὲν ἔφη καὶ τοῦτο εἶναι , κάλλιον δὲ ἐκεῖνο , τὸ δοῦναί οἱ δεομένῃ στρατιήν . τοῦτο ἐπὶ παντὶ γὰρ τῷ διδομένῳ ἔλεγε , τελευταῖόν οἱ ἐξέπεμψε δῶρον Εὐέλθων ἄτρακτον χρύσεον καὶ ἠλακάτην , προσῆν δε καὶ εἴριον . ἐπειπάσης δὲ αὖτις τῆς Φερετίμης τὠυτὸ ἔπος , Εὐέλθων ἔφη τοιούτοισι γυναῖκας δωρέεσθαι ἀλλ’ οὐ στρατιῇ .