4.160 τούτου δὲ τοῦ Βάττου παῖς γίνεται Ἀρκεσίλεως . ὃς βασιλεύσας πρῶτα τοῖσι ἑωυτοῦ ἀδελφεοῖσι ἐστασίασε , ἐς μιν οὗτοι ἀπολιπόντες οἴχοντο ἐς ἄλλον χῶρον τῆς Λιβύης καὶ ἐπ’ ἑωυτῶν βαλόμενοι ἔκτισαν πόλιν ταύτην τότε καὶ νῦν Βάρκη κλέεται · κτίζοντες δὲ ἅμα αὐτὴν ἀπιστᾶσι ἀπὸ τῶν Κυρηναίων τοὺς Λίβυας . μετὰ δὲ Ἀρκεσίλεως ἐς τοὺς ὑποδεξαμένους τε τῶν Λιβύων καὶ ἀποστάντας τοὺς αὐτοὺς τούτους ἐστρατεύετο · οἱ δὲ Λίβυες δείσαντες αὐτὸν οἴχοντο φεύγοντες πρὸς τοὺς ἠοίους τῶν Λιβύων . δὲ Ἀρκεσίλεως εἵπετο φεύγουσι , ἐς οὗ ἐν Λεύκωνί τε τῆς Λιβύης ἐγίνετο ἐπιδιώκων καὶ ἔδοξε τοῖσι Λίβυσι ἐπιθέσθαι οἱ . συμβαλόντες δὲ ἐνίκησαν τοὺς Κυρηναίους τοσοῦτο ὥστε ἑπτακισχιλίους ὁπλίτας Κυρηναίων ἐνθαῦτα πεσεῖν . μετὰ δὲ τὸ τρῶμα τοῦτο Ἀρκεσίλεων μὲν κάμνοντά τε καὶ φάρμακον πεπωκότα ἀδελφεὸς Ἁλίαρχος ἀποπνίγει , Ἁλίαρχον δὲ γυνὴ Ἀρκεσίλεω δόλῳ κτείνει , τῇ οὔνομα ἦν Ἐρυξώ .
4.161 διεδέξατο δὲ τὴν βασιληίην τοῦ Ἀρκεσίλεω παῖς Βάττος , χωλός τε ἐὼν καὶ οὐκ ἀρτίπους . οἱ δὲ Κυρηναῖοι πρὸς τὴν καταλαβοῦσαν συμφορὴν ἔπεμπον ἐς Δελφοὺς ἐπειρησομένους ὅντινα τρόπον καταστησάμενοι κάλλιστα ἂν οἰκέοιεν . δὲ Πυθίη ἐκέλευε ἐκ Μαντινέης τῆς Ἀρκάδων καταρτιστῆρα ἀγαγέσθαι . αἴτεον ὦν οἱ Κυρηναῖοι , καὶ οἱ Μαντινέες ἔδοσαν ἄνδρα τῶν ἀστῶν δοκιμώτατον , τῷ οὔνομα ἦν Δημῶναξ .