4.158 ἀγαγόντες δὲ σφέας ἐπὶ κρήνην λεγομένην εἶναι Ἀπόλλωνος εἶπαν ʹ ἄνδρες Ἕλληνες , ἐνθαῦτα ὑμῖν ἐπιτήδεον οἰκέειν . ἐνθαῦτα γὰρ οὐρανὸς τέτρηται . ʹ
4.159 ἐπὶ μέν νυν Βάττου τε τοῦ οἰκιστέω τῆς ζόης , ἄρξαντος ἐπὶ τεσσεράκοντα ἔτεα , καὶ τοῦ παιδὸς αὐτοῦ Ἀρκεσίλεω ἄρξαντος ἑκκαίδεκα ἔτεα , οἴκεον οἱ Κυρηναῖοι ἐόντες τοσοῦτοι ὅσοι ἀρχὴν ἐς τὴν ἀποικίην ἐστάλησαν . ἐπὶ δὲ τοῦ τρίτου , Βάττου τοῦ εὐδαίμονος καλεομένου , Ἕλληνας πάντας ὥρμησε χρήσασα Πυθίη πλέειν συνοικήσοντας Κυρηναίοισι Λιβύην · ἐπεκαλέοντο γὰρ οἱ Κυρηναῖοι ἐπὶ γῆς ἀναδασμῷ · ἔχρησε δὲ ὧδε ἔχοντα . ʹ ὃς δέ κεν ἐς Λιβύην πολυήρατον ὕστερον ἔλθῃ | γᾶς ἀναδαιομένας , μετὰ οἷ ποκα φαμὶ μελήσειν . ʹ συλλεχθέντος δὲ ὁμίλου πολλοῦ ἐς τὴν Κυρήνην , περιταμνόμενοι γῆν πολλὴν οἱ περίοικοι Λίβυες καὶ βασιλεὺς αὑτῶν τῷ οὔνομα ἦν Ἀδικράν , οἷα τῆς τε χώρης στερισκόμενοι καὶ περιυβριζόμενοι ὑπὸ τῶν Κυρηναίων , πέμψαντες ἐς Αἴγυπτον ἔδοσαν σφέας αὐτοὺς Ἀπρίῃ τῷ Αἰγύπτου βασιλέι . δὲ συλλέξας στρατὸν Αἰγυπτίων πολλὸν ἔπεμψε ἐπὶ τὴν Κυρήνην . οἱ δὲ Κυρηναῖοι ἐκστρατευσάμενοι ἐς Ἴρασα χῶρον καὶ ἐπὶ κρήνην Θέστην συνέβαλόν τε τοῖσι Αἰγυπτίοισι καὶ ἐνίκησαν τῇ συμβολῇ . ἅτε γὰρ οὐ πεπειρημένοι πρότερον οἱ Αἰγύπτιοι Ἑλλήνων καὶ παραχρεώμενοι διεφθάρησαν οὕτω ὥστε ὀλίγοι τινὲς αὐτῶν ἀπενόστησαν ἐς Αἴγυπτον . ἀντὶ τούτων Αἰγύπτιοι καὶ ταῦτα ἐπιμεμφόμενοι Ἀπρίῃ ἀπέστησαν ἀπ’ αὐτοῦ .