4.156 οἱ δὲ Θηραῖοι καταγομένους ἔβαλλον καὶ οὐκ ἔων τῇ γῇ προσίσχειν , ἀλλ’ ὀπίσω πλώειν ἐκέλευον . οἳ δὲ ἀναγκαζόμενοι ὀπίσω ἀπέπλεον καὶ ἔκτισαν νῆσον ἐπὶ Λιβύῃ κειμένην , τῇ οὔνομα , ὡς καὶ πρότερον εἰρέθη , ἐστὶ Βλατέα . λέγεται δὲ ἴση εἶναι νῆσος τῆ νῦν Κυρηναίων πόλι .
4.157 ταύτην οἰκέοντες δύο ἔτεα , οὐδὲν γάρ σφι χρηστὸν συνεφέρετο , ἕνα αὐτῶν καταλιπόντες οἱ λοιποὶ πάντες ἀπέπλεον ἐς Δελφούς , ἀπικόμενοι δὲ ἐπὶ τὸ χρηστήριον ἐχρέωντο , φάμενοι οἰκέειν τε τὴν Λιβύην καὶ οὐδὲν ἄμεινον πρήσσειν οἰκεῦντες . δὲ Πυθίη σφι πρὸς ταῦτα χρᾷ τάδε . ʹ αἰ τὺ ἐμεῦ Λιβύην μηλοτρόφον οἶδας ἄμεινον , | μὴ ἐλθὼν ἐλθόντος , ἄγαν ἄγαμαι σοφίην σεῦ . ʹ ἀκούσαντες δὲ τούτων οἱ ἀμφὶ τὸν Βάττον ἀπέπλωον ὀπίσω · οὐ γὰρ δή σφεας ἀπίει θεὸς τῆς ἀποικίης , πρὶν δὴ ἀπίκωνται ἐς αὐτὴν Λιβύην . ἀπικόμενοι δὲ ἐς τὴν νῆσον καὶ ἀναλαβόντες τὸν ἔλιπον , ἔκτισαν αὐτῆς τῆς Λιβύης χῶρον ἀντίον τῆς νήσου τῷ οὔνομα ἦν Ἄζιρις · τὸν νάπαι τε κάλλισται ἐπ’ ἀμφότερα συγκληίουσι καὶ ποταμὸς τὰ ἐπὶ θάτερα παραρρέει .
4.158 τοῦτον οἴκεον τὸν χῶρον ἓξ ἔτεα , ἑβδόμῳ δὲ σφέας ἔτει παραιτησάμενοι οἱ Λίβυες ὡς ἐς ἀμείνονα χῶρον ἄξουσι , ἀνέγνωσαν ἐκλιπεῖν . ἦγον δὲ σφέας ἐνθεῦτεν οἱ Λίβυες ἀναστήσαντες πρὸς ἑσπέρην , καὶ τὸν κάλλιστον τῶν χώρων ἵνα διεξιόντες οἱ Ἕλληνες μὴ ἴδοιεν , συμμετρησάμενοι τὴν ὥρην τῆς ἡμέρης νυκτὸς παρῆγον . ἔστι δὲ τῷ χώρῳ τούτω οὔνομα Ἴρασα .