4.155 Βάττος δὲ μετωνομάσθη , ἐπείτε ἐς Λιβύην ἀπίκετο , ἀπό τε τοῦ χρηστηρίου τοῦ γενομένου ἐν Δελφοῖσι αὐτῷ καὶ ἀπὸ τῆς τιμῆς τὴν ἔσχε τὴν ἐπωνυμίην ποιεύμενος . Λίβυες γὰρ βασιλέα βάττον καλέουσι , καὶ τούτου εἵνεκα δοκέω θεσπίζουσαν τὴν Πυθίην καλέσαι μιν Λιβυκῇ γλώσσῃ , εἰδυῖαν ὡς βασιλεὺς ἔσται ἐν Λιβύῃ . ἐπείτε γὰρ ἠνδρώθη οὗτος , ἦλθε ἐς Δελφοὺς περὶ τῆς φωνῆς · ἐπειρωτῶντι δέ οἱ χρᾷ Πυθίη τάδε . ʹ Βάττ’ ἐπὶ φωνὴν ἦλθες . ἄναξ δέ σε Φοῖβος Ἀπόλλων | ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα , ʹ ὥσπερ εἰ εἴποι Ἑλλάδι γλώσσῃ χρεωμένη ʹ βασιλεῦ , ἐπὶ φωνὴν ἦλθες . ʹ δ’ ἀμείβετο τοῖσιδε . ʹ ὦναξ , ἐγὼ μὲν ἦλθον παρὰ σὲ χρησάμενος περὶ τῆς φωνῆς , σὺ δέ μοι ἄλλα ἀδύνατα χρᾷς , κελεύων Λιβύην ἀποικίζειν τέῳ δυνάμι , κοίῃ χειρί ; ʹ ταῦτα λέγων οὐκὶ ἔπειθε ἄλλα οἱ χρᾶν · ὡς δε κατὰ ταὐτὰ ἐθέσπιζέ οἱ καὶ πρότερον , οἴχετο μεταξὺ ἀπολιπὼν Βάττος ἐς τὴν Θήρην .
4.156 μετὰ δὲ αὐτῷ τε τούτῳ καὶ τοῖσι ἄλλοισι Θηραίοισι συνεφέρετο παλιγκότως . ἀγνοεῦντες δὲ τὰς συμφορὰς οἱ Θηραῖοι ἔπεμπον ἐς Δελφοὺς περὶ τῶν παρεόντων κακῶν . δὲ Πυθίη σφι ἔχρησε συγκτίζουσι Βάττῳ Κυρήνην τῆς Λιβύης ἄμεινον πρήξειν . ἀπέστελλον μετὰ ταῦτα τὸν Βάττον οἱ Θηραῖοι δύο πεντηκοντέροισι . πλώσαντες δὲ ἐς τὴν Λιβύην οὗτοι , οὐ γὰρ εἶχον τι ποιέωσι ἄλλο , ὀπίσω ἀπαλλάσσοντο ἐς τὴν Θήρην .