4.154 ταῦτα δὲ Θηραῖοι λέγουσι , τὰ δ’ ἐπίλοιπα τοῦ λόγου συμφέρονται ἤδη Θηραῖοι Κυρηναίοισι . Κυρηναῖοι γὰρ τὰ περὶ Βάττον οὐδαμῶς ὁμολογέουσι Θηραίοισι λέγουσι γὰρ οὕτω . ἔστι τῆς Κρήτης Ὀαξὸς πόλις , ἐν τῇ ἐγένετο Ἐτέαρχος βασιλεύς , ὃς ἐπὶ θυγατρὶ ἀμήτορι τῇ οὔνομα ἦν Φρονίμη , ἐπὶ ταύτῃ ἔγημε ἄλλην γυναῖκα . δὲ ἐπεσελθοῦσα ἐδικαίου καὶ τῷ ἔργῳ εἶναι μητρυιὴ τῇ Φρονίμῃ , παρέχουσα τε κακὰ καὶ πᾶν ἐπ’ αὐτῇ μηχανωμένη , καὶ τέλος μαχλοσύνην ἐπενείκασά οἱ πείθει τὸν ἄνδρα ταῦτα ἔχειν οὕτω . δὲ ἀναγνωσθεὶς ὑπὸ τῆς γυναικὸς ἔργον οὐκ ὅσιον ἐμηχανᾶτο ἐπὶ τῇ ; θυγατρί . ἦν γὰρ δὴ Θεμίσων ἀνὴρ Θηραῖος ἔμπορος ἐν τῇ Ὀαξῷ · τοῦτον Ἐτέαρχος παραλαβὼν ἐπὶ ξείνια ἐξορκοῖ μέν οἱ διηκονήσειν τι ἂν δεηθῇ . ἐπείτε δὴ ἐξώρκωσε , ἀγαγών οἱ παραδιδοῖ τὴν ἑωυτοῦ θυγατέρα καὶ ταύτην ἐκέλευε καταποντῶσαι ἀπαγαγόντα . δὲ Θεμίσων περιημεκτήσας τῇ ἀπάτῃ τοῦ ὅρκου καὶ διαλυσάμενος τὴν ξεινίην ἐποίεε τοιάδε · παραλαβὼν τὴν παῖδα ἀπέπλεε · ὡς δὲ ἐγίνετο ἐν τῷ πελάγεϊ , ἀποσιεύμενος τὴν ἐξόρκωσιν τοῦ Ἐτεάρχου , σχοινίοισι αὐτὴν διαδήσας κατῆκε ἐς τὸ πέλαγος , ἀνασπάσας δὲ ἀπίκετο ἐς τὴν Θήρην .
4.155 ἐνθεῦτεν δὲ τὴν Φρονίμην παραλαβὼν πολύμνηστος , ἐὼν τῶν Θηραίων ἀνὴρ δόκιμος , ἐπαλλακεύετο . χρόνου δὲ περιιόντος ἐξεγένετό οἱ παῖς ἰσχόφωνος καὶ τραυλός , τῷ οὔνομα ἐτέθη Βάττος , ὡς Θηραῖοι τε καὶ Κυρηναῖοι λέγουσι , ὡς μέντοι ἐγὼ δοκέω , ἄλλο τι ·