4.152 ἀποδημεόντων δὲ τούτων πλέω χρόνον τοῦ συγκειμένου τὸν Κορώβιον ἐπέλιπε τὰ πάντα , μετὰ δὲ ταῦτα νηῦς Σαμίη , τῆς ναύκληρος ἦν Κωλαῖος , πλέουσα ἐπ’ Αἰγύπτου ἀπηνείχθη ἐς τὴν Πλατέαν ταύτην · πυθόμενοι δὲ οἱ Σάμιοι παρὰ τοῦ Κορωβίου τὸν πάντα λόγον , σιτία οἱ ἐνιαυτοῦ καταλείπουσι . αὐτοὶ δὲ ἀναχθέντες ἐκ τῆς νήσου καὶ γλιχόμενοι Αἰγύπτου ἔπλεον , ἀποφερόμενοι ἀπηλιώτῃ ἀνέμῳ · καὶ οὐ γὰρ ἀνίει τὸ πνεῦμα , Ἡρακλέας στήλας διεκπερήσαντες ἀπίκοντο ἐς Ταρτησσόν , θείῃ πομπῇ χρεώμενοι . τὸ δὲ ἐμπόριον τοῦτο ἦν ἀκήρατον τοῦτον τὸν χρόνον , ὥστε ἀπονοστήσαντες οὗτοι ὀπίσω μέγιστα δὴ Ἑλλήνων πάντων τῶν ἡμεῖς ἀτρεκείην ἴδμεν ἐκ φορτίων ἐκέρδησαν , μετά γε Σώστρατον τὸν Λαοδάμαντος Αἰγινήτην · τούτῳ γὰρ οὐκ οἷά τε ἐστὶ ἐρίσαι ἄλλον . οἱ δὲ Σάμιοι τὴν δεκάτην τῶν ἐπικερδίων ἐξελόντες ἓξ τάλαντα ἐποιήσαντο χαλκήιον κρητῆρος Ἀργολικοῦ τρόπον · πέριξ δὲ αὐτοῦ γρυπῶν κεφαλαὶ πρόκροσσοί εἰσι . καὶ ἀνέθηκαν ἐς τὸ Ἥραιον , ὑποστήσαντες αὐτῶ τρεῖς χαλκέους κολοσσοὺς ἑπταπήχεας τοῖσι γούνασι ἐρηρεισμένους . Κυρηναίοισι δὲ καὶ Θηραίοισι ἐς Σαμίους ἀπὸ τούτου τοῦ ἔργου πρῶτα φιλίαι μεγάλαι συνεκρήθησαν .
4.153 οἱ δὲ Θηραῖοι ἐπείτε τὸν Κορώβιον λιπόντες ἐν τῇ νήσῳ ἀπίκοντο ἐς τὴν Θήρην , ἀπήγγελλον ὥς σφι εἴη νῆσος ἐπὶ Λιβύῃ ἐκτισμένη . Θηραίοισι δὲ ἕαδε ἀδελφεόν τε ἀπ’ ἀδελφεοῦ πέμπειν πάλῳ λαγχάνοντα καὶ ἀπὸ τῶν χώρων ἁπάντων ἑπτὰ ἐόντων ἄνδρας , εἶναι δὲ σφέων καὶ ἡγεμόνα καὶ βασιλέα Βάττον . οὕτω δὴ στέλλουσι δύο πεντηκοντέρους ἐς τὴν Πλατέαν .