4.150 χρεωμένῳ δὲ τῷ Γρίννῳ τῷ , βασιλέι τῶν Θηραίων περὶ ἄλλων χρᾷ Πυθίη κτίζειν ἐν Λιβύη πόλιν . δὲ ἀμείβετο λέγων ʹ ἐγὼ μὲν ὦναξ πρεσβύτερός τε ἤδη εἰμὶ καὶ βαρὺς ἀείρεσθαι · σὺ δὲ τινὰ τῶνδε τῶν νεωτέρων κέλευε ταῦτα ποιέειν . ʹ ἅμα τε ἔλεγε ταῦτα καὶ ἐδείκνυε ἐς τὸν Βάττον . τότε μὲν τοσαῦτα . μετὰ δὲ ἀπελθόντες ἀλογίην εἶχον τοῦ χρηστηρίου , οὔτε Λιβύην εἰδότες ὅκου γῆς εἴη οὔτε τολμῶντες ἐς ἀφανὲς χρῆμα ἀποστέλλειν ἀποικίην .
4.151 ἑπτὰ δὲ ἐτέων μετὰ ταῦτα οὐκ ὗε τὴν Θήρην , ἐν τοῖσι τὰ δένδρεα πάντα σφι τὰ ἐν τῇ νήσῳ πλὴν ἑνὸς ἐξαυάνθη . χρεωμένοισι δὲ τοῖσι Θηραίοισι προέφερε Πυθίη τὴν ἐς Λιβύην ἀποικίην . ἐπείτε δὲ κακοῦ οὐδὲν ἦν σφι μῆχος , πέμπουσι ἐς Κρήτην ἀγγέλους διζημένους εἴ τις Κρητῶν μετοίκων ἀπιγμένος εἴη ἐς Λιβύην . περιπλανώμενοι δὲ αὐτὴν οὗτοι ἀπίκοντο καὶ ἐς Ἴτανον πόλιν , ἐν ταύτῃ δὲ συμμίσγουσι ἀνδρὶ πορφυρέι τῷ οὕνομα ἦν Κορώβιος , ὃς ἔφη ὑπ’ ἀνέμων ἀπενειχθεὶς ἀπικέσθαι ἐς Λιβύην καὶ Λιβύης ἐς Πλατέαν νῆσον . μισθῷ , δὲ τοῦτον πείσαντες ἦγον ἐς Θήρην , ἐκ δὲ Θήρης ἔπλεον κατάσκοποι ἄνδρες τὰ πρῶτα οὐ πολλοί · κατηγησαμένου δὲ τοῦ Κορωβίου ἐς τὴν νῆσον ταύτην δὴ τὴν Πλατέαν , τὸν μέν Κορώβιον λείπουσι , σιτία καταλιπόντες ὅσων δὴ μηνῶν , αὐτοὶ δὲ ἔπλεον τὴν ταχίστην ἀπαγγελέοντες Θηραίοισι περὶ τῆς νήσου .