4.148 συγχωρησάντων δὲ τῇ γνώμῃ τῶν Λακεδαιμονίων , τρισὶ τριηκοντέροισι ἐς τοὺς Μεμβιάρου ἀπογόνους ἔπλωσε , οὔτι πάντας ἄγων τοὺς Μινύας ἀλλ’ ὀλίγους τινάς . οἱ γὰρ πλεῦνες αὐτῶν ἐτράποντο ἐς τοὺς Παρωρεάτας καὶ Καύκωνας , τούτους δὲ ἐξελάσαντες ἐκ τῆς χώρης σφέας αὐτοὺς ἓξ μοίρας διεῖλον , καὶ ἔπειτα ἔκτισαν πόλιας τάσδε ἐν αὐτοῖσι , Λέπρεον Μάκιστον Φρίξας Πύργον Ἔπιον Νούδιον . τουτέων δὲ τὰς πλεῦνας ἐπ’ ἐμέο Ἠλεῖοι ἐπόρθησαν . τῇ δὲ νήσῳ ἐπὶ τοῦ οἰκιστέω Θήρα ἐπωνυμίη ἐγένετο .
4.149 δὲ παῖς οὐ γὰρ ἔφη οἱ συμπλεύσεσθαι , τοιγαρῶν ἔφη αὐτὸν καταλείψειν ὄιν ἐν λύκοισι . ἐπὶ του ἔπεος τούτου οὔνομα τῷ νεηνίσκῳ τούτῳ Οἰόλυκος ἐγένετο , καί κως τὸ οὔνομα τοῦτο ἐπεκράτησε . Οἰολύκου δὲ γίνεται Αἰγεύς , ἐπ’ οὗ Αἰγεῖδαι καλέονται φυλὴ μεγάλη ἐν Σπάρτῃ . τοῖσι δὲ ἐν τῇ φυλῇ ταύτῃ ἀνδράσι οὐ γὰρ ὑπέμειναν τὰ τέκνα , ἱδρύσαντο ἐκ θεοπροπίου Ἐρινύων τῶν Λαΐου τε καὶ Οἰδιπόδεω ἱρόν · καὶ μετὰ τοῦτο ὑπέμειναν { ... } τὠυτὸ τοῦτο καὶ ἐν Θήῃ τοῖσι ἀπὸ τῶν ἀνδρῶν τούτων γεγονόσι .
4.150 μέχρι μέν νυν τούτου τοῦ λόγου Λακεδαιμόνιοι Θηραίοισι κατὰ ταὐτὰ λέγουσι , τὸ δὲ ἀπὸ τούτου μοῦνοι Θηραῖοι ὧδε γενέσθαι λέγουσι . Γρῖννος Αἰσανίου ἐὼν Ψήρα τούτου ἀπόγονος καὶ βασιλεύων Θήρης τῆς νήσου ἀπίκετο ἐς Δελφούς , ἄγων ἀπὸ τῆς πόλιος ἑκατόμβην · εἵποντο δέ οἱ καὶ ἄλλοι τῶν πολιητέων καὶ δὴ καὶ Βάττος Πολυμνήστου , ἐὼν γένος Εὐφημίδης τῶν Μινυέων .