4.147 τὸν δὲ αὐτὸν τοῦτον χρόνον Θήρας Αὐτεσίωνος τοῦ Τισαμενοῦ τοῦ Θερσάνδρου τοῦ Πολυνείκεος ἔστελλε ἐς ἀποικίην ἐκ Λακεδαίμονος · ἦν δὲ Θήρας οὗτος , γένος ἐὼν Καδμεῖος , τῆς μητρὸς ἀδελφεὸς τοῖσι Ἀριστοδήμου παισὶ Εὐρυσθένεϊ καὶ Προκλές . ἐόντων δὲ ἔτι τῶν παίδων τούτων νηπίων ἐπιτροπαίην εἶχε Θήρας τὴν ἐν Σπάρτῃ βασιληίην . αὐξηθέντων δὲ τῶν ἀδελφιδέων καὶ παραλαβόντων τὴν ἀρχήν , οὕτω δὴ Θήρας δεινὸν ποιεύμενος ἄρχεσθαι ὑπ’ ἄλλων ἐπείτε ἐγεύσατο ἀρχῆς , οὐκ ἔφη μένειν ἐν τῇ Λακεδαίμονι ἀλλ’ ἀποπλεύσεσθαι ἐς τοὺς συγγενέας . ἦσαν δὲ ἐν τῇ νῦν Θήρῃ καλεομένη νήσῳ , πρότερον δὲ Καλλίστῃ τῇ αὐτῇ ταύτῃ , ἀπόγονοι Μεμβλιάρου τοῦ Ποικίλεω ἀνδρὸς Φοίνικος . Κάδμος γὰρ Ἀγήνορος Εὐρώπην διζήμενος προσέσχε ἐς τὴν νῦν Θήρην καλεομένην · προσσχόντι δὲ εἴτε δή οἱ χώρη ἤρεσε , εἴτε καὶ ἄλλως ἠθέλησε ποιῆσαι τοῦτο · καταλείπει γὰρ ἐν τῇ νήσῳ ταύτῃ ἄλλους τε τῶν Φοινίκων καὶ δὴ καὶ τῶν ἑωυτοῦ συγγενέων Μεμβλίαρον . οὗτοι ἐνέμοντο τὴν Καλλίστην καλεομένην ἐπὶ γενεάς , πρὶν Θήραν ἐλθεῖν ἐκ Λακεδαίμονος , ὀκτὼ ἀνδρῶν .
4.148 ἐπὶ τούτους δὴ ὦν Θήρας λεὼν ἔχων ἀπὸ τῶν φυλέων ἔστελλε , συνοικήσων τούτοισι καὶ οὐδαμῶς ἐξελῶν αὐτοὺς ἀλλὰ κάρτα οἰκηιούμενος . ἐπείτε δὲ καὶ οἱ Μινύαι ἐκδράντες ἐκ τῆς ἑρκτῆς ἵζοντο ἐς τὸ Τηΰγετον , τῶν Λακεδαιμονίων βουλευομένων σφέας ἀπολλύναι παραιτέεται Θήρας , ὅκως μήτε φόνος γένηται , αὐτός τε ὑπεδέκετο σφέας ἐξάξειν ἐκ τῆς χώρης .