4.145 οἱ δὲ Λακεδαιμόνιοι ἀκηκοότες τὸν λόγον τῆς γενεῆς τῶν Μινυέων , πέμψαντες τὸ δεύτερον εἰρώτων τί θέλοντες ἥκοιέν τε ἐς τὴν χώρην καὶ πῦρ αἴθοιεν . οἳ δὲ ἔφασαν ὑπὸ Πελασγῶν ἐκβληθέντες ἥκειν ἐς τοὺς πατέρας · δικαιότατον γὰρ εἶναι οὕτω τοῦτο γίνεσθαι . δέεσθαι δὲ οἰκέειν ἅμα τούτοισι μοῖράν τε τιμέων μετέχοντες καὶ τῆς γῆς ἀπολαχόντες . Λακεδαιμονίοισι δὲ ἕαδε δέκεσθαι τοὺς Μινύας ἐπ’ οἷσι θέλουσι αὐτοί . μάλιστα δὲ ἐνῆγε σφέας ὥστε ποιέειν ταῦτα τῶν Τυνδαριδέων ναυτιλίη ἐν τῇ Ἀργοῖ . δεξάμενοι δὲ τοὺς Μινύας γῆς τε μετέδοσαν καὶ ἐς φυλὰς διεδάσαντο . οἳ δὲ αὐτίκα μὲν γάμους ἔγημαν , τὰς δὲ ἐκ Λήμνου ἤγοντο ἐξέδοσαν ἄλλοισι .
4.146 χρόνου δὲ οὐ πολλοῦ διεξελθόντος αὐτίκα οἱ Μινύαι ἐξύβρισαν , τῆς τε βασιληίης μεταιτέοντες καὶ ἄλλα ποιέοντες οὐκ ὅσια . τοῖσι ὦν Λακεδαιμονίοισι ἔδοξε αὐτοὺς ἀποκτεῖναι , συλλαβόντες δὲ σφέας κατέβαλον ἐς ἑρκτήν . κτείνουσι δὲ τοὺς ἂν κτείνωσι Λακεδαιμόνιοι νυκτός , μετ’ ἡμέρην δὲ οὐδένα . ἐπεὶ ὦν ἔμελλον σφέας καταχρήσασθαι , παραιτήσαντο αἱ γυναῖκες τῶν Μινυέων , ἐοῦσαι ἀσταί τε καὶ τῶν πρώτων Σπαρτιητέων θυγατέρες , ἐσελθεῖν τε ἐς τὴν ἑρκτὴν καὶ ἐς λόγους ἐλθεῖν ἑκάστη τῷ ἑωυτῆς ἀνδρί . οἳ δὲ σφέας παρῆκαν , οὐδένα δόλον δοκέοντες ἐξ αὐτέων ἔσεσθαι . αἳ δὲ ἐπείτε ἐσῆλθον , ποιέουσι τοιάδε · πᾶσαν τὴν εἶχον ἐσθῆτα παραδοῦσαι τοῖσι ἀνδράσι αὐταὶ τὴν τῶν ἀνδρῶν ἔλαβον , οἱ δὲ Μινύαι ἐνδύντες τὴν γυναικηίην ἐσθῆτα ἅτε γυναῖκες ἐξήισαν ἔξω , ἐκφυγόντες δὲ τρόπῳ τοιούτῳ ἵζοντο αὖτις ἐς τὸ Τηΰγετον .