4.139 οὗτοι ὦν ἐπείτε τὴν Ἱστιαίου αἱρέοντο γνώμην , ἔδοξε σφι πρὸς ταύτῃ τάδε ἔργα τε καὶ ἔπεα προσθεῖναι , τῆς μὲν γεφύρης λύειν τὰ κατὰ τοὺς Σκύθας ἐόντα , λύειν δὲ ὅσον τόξευμα ἐξικνέεται , ἵνα καὶ ποιέειν τι δοκέωσι ποιεῦντες μηδὲν καὶ οἱ Σκύθαι μὴ πειρῴατο βιώμενοι καὶ βουλόμενοι διαβῆναι τὸν Ἴστρον κατὰ τὴν γέφυραν , εἰπεῖν τε λύοντας τῆς γεφύρης τὸ ἐς τὴν Σκυθικὴν ἔχον ὡς πάντα ποιήσουσι τὰ Σκύθησι ἐστὶ ἐν ἡδονῇ . ταῦτα μὲν προσέθηκαν τῇ γνώμῃ . μετὰ δὲ ἐκ πάντων ὑπεκρίνατο Ἱστιαῖος τάδε λέγων . ʹ Ἄνδρες Σκύθαι , χρηστὰ ἥκετε φέροντες καὶ ἐς καιρὸν , ἐπείγεσθε · καὶ τά τε ἀπ’ ὑμέων ἡμῖν , χρηστῶς ὁδοῦται καὶ τὰ ἀπ’ ἡμέων ἐς ὑμέας ἐπιτηδέως ὑπηρετέεται . ὡς γὰρ ὁρᾶτε , καὶ λύομεν τὸν πόρον καὶ προθυμίην πᾶσαν ἕξομεν θέλοντες εἶναι ἐλεύθεροι . ἐν δὲ ἡμεῖς τάδε λύομεν , ὑμέας καιρός ἐστι δίζησθαι ἐκείνους , εὑρόντας δὲ ὑπέρ τε ἡμέων καὶ ὑμέων αὐτῶν τίσασθαι οὕτω ὡς κείνους πρέπει . ʹ
4.140 Σκύθαι μὲν τὸ δεύτερον Ἴωσι πιστεύσαντες λέγειν ἀληθέα ὑπέστρεφον ἐπὶ ζήτησιν τῶν Περσέων , καὶ ἡμάρτανον πάσης τῆς ἐκείνων διεξόδου . αἴτιοι δὲ τούτου αὐτοὶ οἱ Σκύθαι ἐγένοντο , τὰς νομὰς τῶν ἵππων τὰς ταύτῃ διαφθείραντες καὶ τὰ ὕδατα συγχώσαντες . εἰ γὰρ ταῦτα μὴ ἐποίησαν , παρεῖχε ἄν σφι , εἰ ἐβούλοντο , εὐπετέως ἐξευρεῖν τοὺς Πέρσας . νῦν δὲ τά σφι ἐδόκεε ἄριστα βεβουλεῦσθαι , κατὰ ταῦτα ἐσφάλησαν .