4.136 ἀλλ’ ἐπεὶ πρότερον δειμαίνοντες ἐμένετε , νῦν λύσαντες τὸν πόρον τὴν ταχίστην ἄπιτε χαίροντες ἐλεύθεροι , θεοῖσί τε καὶ Σκύθῃσι εἰδότες χάριν . τὸν δὲ πρότερον ἐόντα ὑμέων δεσπότην ἡμεῖς παραστησόμεθα οὕτω ὥστε ἐπὶ μηδαμοὺς ἔτι ἀνθρώπους αὐτὸν στρατεύσασθαι . ʹ
4.137 πρὸς ταῦτα Ἴωνες ἐβουλεύοντο . Μιλτιάδεω μὲν τοῦ Ἀθηναίου , στρατηγέοντος καὶ τυραννεύοντος Χερσονησιτέων τῶν ἐν Ἑλλησπόντῳ , ἦν γνώμη πείθεσθαι Σκύθῃσι καὶ ἐλευθεροῦν Ἰωνίην , Ἱστιαίου δὲ τοῦ Μιλησίου ἐναντίη ταύτῃ , λέγοντος ὡς νῦν μὲν διὰ Δαρεῖον ἕκαστος αὐτῶν τυραννεύει πόλιος · τῆς Δαρείου δὲ δυνάμιος καταιρεθείσης οὔτε αὐτὸς Μιλησίων οἷος τε ἔσεσθαι ἄρχειν οὔτε ἄλλον οὐδένα οὐδαμῶν · βουλήσεσθαι γὰρ ἑκάστην τῶν πολίων δημοκρατέεσθαι μᾶλλον τυραννεύεσθαι . Ἰστιαίου δὲ γνώμην ταύτην ἀποδεικνυμένου αὐτίκα πάντες ἦσαν τετραμμένοι πρὸς ταύτην τὴν γνώμην , πρότερον τὴν Μιλτιάδεω αἱρεόμενοι .
4.138 ἦσαν δὲ οὗτοι οἱ διαφέροντές τε τὴν ψῆφον καὶ ἐόντες λόγου πρὸς βασιλέος , Ἑλλησποντίων μὲν τύραννοι Δάφνις τε Ἀβυδηνὸς καὶ Ἵπποκλος Λαμψακηνὸς καὶ Ἡρόφαντος Παριηνὸς καὶ Μητρόδωρος Προκοννήσιος καὶ Ἀρισταγόρης Κυζικηνὸς καὶ Ἀρίστων Βυζάντιος . οὗτοι μὲν ἦσαν οἱ ἐξ Ἑλλησπόντου , ἀπ’ Ἰωνίης δὲ Στράττις τε Χῖος καὶ Αἰάκης Σάμιος καὶ Λαοδάμας Φωκαιεὺς καὶ Ἱστιαῖος Μιλήσιος , τοῦ ἦν γνώμη προκειμένη ἐναντίη τῇ Μιλτιάδεω . Αἰολέων δὲ παρῆν λόγιμος μοῦνος Ἀρισταγόρης , Κυμαῖος .