4.140 Σκύθαι μέν νυν τῆς σφετέρης χώρης τῇ χιλός τε τοῖσι ἵπποισι καὶ ὕδατα ἦν , ταύτῃ διεξιόντες ἐδίζηντο τοὺς ἀντιπολεμίους , δοκέοντες καὶ ἐκείνους διὰ τοιούτων τὴν ἀπόδρησιν ποιέεσθαι . οἱ δὲ δὴ Πέρσαι τὸν πρότερον ἑωυτῶν γενόμενον στίβον , τοῦτον φυλάσσοντες ἤισαν , καὶ οὕτω μόγις εὗρον τὸν πόρον . οἶα δὲ νυκτός τε ἀπικόμενοι καὶ λελυμένης τῆς γεφύρης ἐντυχόντες , ἐς πᾶσαν ἀρρωδίην ἀπίκοντο μή σφεας οἱ Ἴωνες ἔωσι ἀπολελοιπότες .
4.141 ἦν δὲ περὶ Δαρεῖον ἀνὴρ Αἰγύπτιος φωνέων μέγιστον ἀνθρώπων · τοῦτον τὸν ἄνδρα καταστάντα ἐπὶ τοῦ χείλεος τῦ Ἴστρου ἐκέλευε Δαρεῖος καλέειν Ἱστιαῖον Μιλήσιον . μὲν δὴ ἐποίεε ταῦτα , Ἱστιαῖος δὲ ἐπακούσας τῷ πρώτῳ κελεύσματι τάς τε νέας ἁπάσας παρεῖχε διαπορθμεύειν τὴν στρατιὴν καὶ τὴν γέφυραν ἔζευξε .
4.142 Πέρσαι μὲν ὦν οὕτω ἐκφεύγουσι Σκύθαι δὲ διζήμενοι καὶ τὸ δεύτερον ἥμαρτον τῶν Περσέων , καὶ τοῦτο μὲν ὡς ἐόντας Ἴωνας ἐλευθέρους κακίστους τε καὶ ἀνανδροτάτους κρίνουσι εἶναι ἁπάντων ἀνθρώπων , τοῦτο δέ , ὡς δούλων ἐόντων τὸν λόγον ποιεύμενοι , ἀνδράποδα φιλοδέσποτα φασὶ εἶναι καὶ ἄδρηστα . ταῦτα μὲν δὴ Σκύθῃσι ἐς Ἴωνας ἀπέρριπται .
4.143 Δαρεῖος δὲ διὰ τῆς Θρηίκης πορευόμενος ἀπίκετο ἐς Σηστὸν τῆς Χερσονήσου . ἐνθεῦτεν δὲ αὐτὸς μὲν διέβη τῇσι νηυσὶ ἐς τὴν Ἀσίην , λείπει δὲ στρατηγὸν ἐν τῇ Εὐρώπῃ Μεγάβαζον ἄνδρα Πέρσην · τῷ Δαρεῖος κοτὲ ἔδωκε γέρας , τοιόνδε εἴπας ἐν Πέρσῃσι ἔπος .