4.132 ταῦτα ἀκούσαντες οἱ Πέρσαι ἐβουλεύοντο . Δαρείου μέν νυν γνώμη ἦν Σκύθας ἑωυτῷ διδόναι σφέας τε αὐτοὺς καὶ γῆν τε καὶ ὕδωρ , εἰκάζων τῇδε , ὡς μῦς μὲν ἐν γῇ γίνεται καρπὸν τὸν αὐτὸν ἀνθρώπῳ σιτεόμενος , βάτραχος δὲ ἐν ὕδατι , ὄρνις δὲ μάλιστα ἔοικε ἵππῳ , τοὺς δὲ ὀιστοὺς ὡς τὴν ἑωυτῶν ἀλκὴν παραδιδοῦσι . αὕτη μὲν Δαρείῳ ἀπεδέδεκτο γνώμη . συνεστήκεε δὲ ταύτῃ τῇ γνώμη Γοβρύεω , τῶν ἀνδρῶν τῶν ἑπτὰ ἑνὸς τῶν τὸν Μάγον κατελόντων , εἰκάζοντος τὰ δῶρα λέγειν ʹ ἢν μὴ ὄρνιθες γενόμενοι ἀναπτῆσθε ἐς τὸν οὐρανόν , Πέρσαι , μύες γενόμενοι κατὰ τῆς γῆς καταδύητε , βάτραχοι γενόμενοι ἐς τὰς λίμνας ἐσπηδήσητε , οὐκ ἀπονοστήσετε ὀπίσω ὑπὸ τῶνδε τῶν τοξευμάτων βαλλόμενοι . ʹ
4.133 Πέρσαι μὲν δὴ τὰ δῶρα εἴκαζον . δὲ Σκυθέων μία μοῖρα ταχθεῖσα πρότερον μὲν παρὰ τὴν Μαιῆτιν λίμνην φρουρέειν , τότε δὲ ἐπὶ τὸν Ἴστρον Ἴωσι ἐς λόγους ἐλθεῖν , ὡς ἀπίκετο ἐπὶ τὴν γέφυραν , ἔλεγε τάδε . ʹ ἄνδρες Ἴωνες , ἐλευθερίην ἥκομεν ὑμῖν φέροντες , ἤν πέρ γε ἐθέλητε ἐσακούειν . πυνθανόμεθα γὰρ Δαρεῖον ἐντείλασθαι ὑμῖν ἑξήκοντα ἡμέρας μούνας φρουρήσαντας τὴν γέφυραν , αὐτοῦ μὴ παραγενομένου ἐν τούτῳ τῷ χρόνῳ , ἀπαλλάσσεσθαι ἐς τὴν ὑμετέρην . νῦν ὧν ὑμεῖς τάδε πολεῦντες ἐκτὸς μὲν ἔσεσθε πρὸς ἐκείνου αἰτίης , ἐκτὸς δὲ πρὸς ἡμέων · τὰς προκειμένας ἡμέρας παραμείναντες τὸ ἀπὸ τούτου ἀπαλλάσσεσθε . ʹ οὗτοι μέν νυν ὑποδεξαμένων Ἰώνων ποιήσειν ταῦτα ὀπίσω τὴν ταχίστην ἐπείγοντο .