4.129 οὔτε γὰρ ὄνον οὔτε ἡμίονον γῆ Σκυθικὴ φέρει , ὡς καὶ πρότερόν μοι δεδήλωται , οὐδὲ ἔστι ἐν τῇ Σκυθικῇ πάσῃ χώρῃ τὸ παράπαν οὔτε ὄνος οὔτε ἡμίονος διὰ τὰ ψύχεα . ὑβρίζοντες ὧν οἱ ὄνοι ἐτάρασσον τὴν ἵππον τῶν Σκυθέων . πολλάκις δὲ ἐπελαυνόντων ἐπὶ τοὺς Πέρσας μεταξὺ ὅκως ἀκούσειαν οἱ ἵπποι τῶν ὄνων τῆς φωνῆς , ἐταράσσοντο τε ὑποστρεφόμενοι καὶ ἐν θώματι ἔσκον , ὀρθὰ ἱστάντες τὰ ὦτα , ἅτε οὔτε ἀκούσαντες πρότερον φωνῆς τοιαύτης οὔτε ἰδόντες τὸ εἶδος .
4.130 ταῦτα μέν νυν ἐπὶ σμικρόν τι ἐφέροντο τοῦ πολέμου . οἱ δὲ Σκύθαι ὅκως τοὺς Πέρσας ἴδοιεν τεθορυβημένους , ἵνα παραμένοιεν τε ἐπὶ πλέω χρόνον ἐν τῇ Σκυθικῇ καὶ παραμένοντες ἀνιῴατο τῶν πάντων ἐπιδευέες ἐόντες , ἐποίεον τοιάδε · ὅκως τῶν προβάτων τῶν σφετέρων αὐτῶν καταλίποιεν μετὰ τῶν νομέων , αὐτοὶ ἂν ὑπεξήλαυνον ἐς ἄλλον χῶρον . οἱ δὲ ἂν Πέρσαι ἐπελθόντες λάβεσκον τὰ πρόβατα καὶ λαβόντες ἐπηείροντο ἂν τῷ πεποιημένῳ .
4.131 πολλάκις δὲ τοιούτου γινομένου , τέλος Δαρεῖος τε ἐν ἀπορίῃσι εἴχετο , καὶ οἱ Σκυθέων βασιλέες μαθόντες τοῦτο ἔπεμπον κήρυκα δῶρα Δαρείῳ φέροντα ὄρνιθά τε καὶ μῦν καὶ βάτραχον καὶ ὀιστοὺς πέντε . Πέρσαι δὲ τὸν φέροντα τὰ δῶρα ἐπειρώτεον τὸν νόον τῶν διδομένων . δὲ οὐδὲν . ἔφη οἱ ἐπεστάλθαι ἄλλο δόντα τὴν ταχίστην ἀπαλλάσσεσθαι · αὐτοὺς δὲ τοὺς Πέρσας ἐκέλευε , εἰ σοφοί εἰσι , γνῶναι τὸ θέλει τὰ δῶρα λέγειν .