4.134 Πέρσῃσι δὲ μετὰ τὰ δῶρα ἐλθόντα Δαρείῳ ἀντετάχθησαν οἱ ὑπολειφθέντες Σκύθαι πεζῷ καὶ ἵπποισι ὡς συμβαλέοντες . τεταγμένοισι δὲ τοῖσι Σκύθῃσι λαγὸς ἐς τὸ μέσον διήιξε . τῶν δὲ ὡς ἕκαστοι ὥρων τὸν λαγὸν ἐδίωκον . ταραχθέντων δὲ τῶν Σκυθέων καὶ βοῇ χρεωμένων , εἴρετο Δαρεῖος τῶν ἀντιπολεμίων τὸν θόρυβον · πυθόμενος δὲ σφέας τὸν λαγὸν διώκοντας , εἶπε ἄρα πρὸς τούς περ ἐώθεε καὶ τὰ ἄλλα λέγειν ʹ οὗτοι ὧνδρες ἡμέων πολλὸν καταφρονέουσι , καί μοι νῦν φαίνεται Γοβρύης εἶπαι περὶ τῶν Σκυθικῶν δώρων ὀρθῶς . ὡς ὦν οὕτω ἤδη δοκεόντων καὶ αὐτῷ μοι ἔχειν , βουλῆς ἀγαθῆς δεῖ , ὅκως ἀσφαλέως κομιδὴ ἡμῖν ἔσται τὸ ὀπίσω . ʹ πρὸς ταῦτα Γοβρύης εἶπε ʹ βασιλεῦ , ἐγὼ σχεδὸν μὲν καὶ λόγῳ ἠπιστάμην τούτων τῶν ἀνδρῶν τὴν ἀπορίην , ἐλθὼν δὲ μᾶλλον ἐξέμαθον , ὁρέων αὐτοὺς ἐμπαίζοντας ἡμῖν . νῦν ὦν μοι δοκέει , ἐπεὰν τάχιστα νὺξ ἐπέλθῃ , ἐκκαύσαντας τὰ πυρὰ ὡς ἐώθαμεν καὶ ἄλλοτε ποιέειν , τῶν στρατιωτέων τοὺς ἀσθενεστάτους ἐς τὰς ταλαιπωρίας ἐξαπατήσαντας καὶ τοὺς ὄνους πάντας καταδήσαντας ἀπαλλάσσεσθαι , πρὶν καὶ ἐπὶ τὸν Ἴστρον ἰθῦσαι Σκύθας λύσοντας τὴν γέφυραν , καί τι Ἴωσι δόξας τὸ ἡμέας οἷον τε ἔσται ἐξεργάσασθαι . ʹ
4.135 Γοβρύης μὲν ταῦτα συνεβούλευε . μετὰ δὲ νύξ τε ἐγίνετο καὶ Δαρεῖος ἐχρᾶτο τῇ γνώμῃ ταύτῃ · τοὺς μὲν καματηροὺς τῶν ἀνδρῶν καὶ τῶν ἦν ἐλάχιστος ἀπολλυμένων λόγος , καὶ τοὺς ὄνους πάντας καταδήσας κατέλιπε αὐτοῦ ἐν τῷ στρατοπέδω .