4.127 ἀμφὶ μὲν μάχῃ τοσαῦτα εἰρήσθω , δεσπότας δὲ ἐμοὺς ἐγὼ Δία τε νομίζω τὸν ἐμὸν πρόγονον καὶ Ἱστίην τὴν Σκυθέων βασίλειαν μούνους εἶναι . σοὶ δὲ ἀντὶ μὲν δώρων γῆς τε καὶ ὕδατος δῶρα πέμψω τοιαῦτα οἷα σοὶ πρέπει ἐλθεῖν , ἀντὶ δὲ τοῦ ὅτι δεσπότης ἔφησας εἶναι ἐμός , κλαίειν λέγω . ʹ τοῦτο ἐστὶ ἀπὸ Σκυθέων ῥῆσις .
4.128 μὲν δὴ κῆρυξ οἰχώκεε ἀγγελέων ταῦτα Δαρείῳ , οἱ δὲ Σκυθέων βασιλέες ἀκούσαντες τῆς δουλοσύνης τὸ οὔνομα ὀργῆς ἐπλήσθησαν . τὴν μὲν δὴ μετὰ Σαυροματέων μοῖραν ταχθεῖσαν , τῆς ἦρχε Σκώπασις , πέμπουσι Ἴωσι κελεύοντες ἐς λόγους ἀπικέσθαι , τούτοισι οἳ τὸν Ἴστρον ἐζευγμένον ἐφρούρεον · αὐτῶν δὲ τοῖσι ὑπολειπομένοισι ἔδοξε πλανᾶν μὲν μηκέτι Πέρσας , σῖτα δὲ ἑκάστοτε ἀναιρεομένοισι ἐπιτίθεσθαι . νωμῶντες ὧν σῖτα ἀναιρεομένους τοὺς Δαρείου ἐποίευν τὰ βεβουλευμένα . μὲν δὴ ἵππος τὴν ἵππον αἰεὶ τράπεσκε τῶν Σκυθέων , οἱ δὲ τῶν Περσέων ἱππόται φεύγοντες ἐσέπιπτον ἐς τὸν πεζόν , δὲ πεζὸς ἂν ἐπεκούρεε · οἱ δὲ Σκύθαι ἐσαράξαντες τὴν ἵππον ὑπέστρεφον τὸν πεζὸν φοβεόμενοι . ἐποιέοντο δὲ καὶ τὰς νύκτας παραπλησίας προσβολὰς οἱ Σκύθαι .
4.129 τὸ δὲ τοῖσι Πέρσῃσι τε ἦν σύμμαχον καὶ τοῖσι Σκύθῃσι ἀντίξοον ἐπιτιθεμένοισι τῷ Δαρείου στρατοπέδῳ , θῶμα μέγιστον ἐρέω , τῶν τε ὄνων φωνὴ καὶ τῶν ἡμιόνων τὸ εἶδος .