4.126 ὡς δὲ πολλὸν τοῦτο ἐγίνετο καὶ οὐκ ἐπαύετο , πέμψας Δαρεῖος ἱππέα παρὰ τὸν Σκυθέων βασιλέα Ἰδάνθυρσον ἔλεγε τάδε . ʹ δαιμόνιε ἀνδρῶν , τί φεύγεις αἰεί , ἐξεόν τοι τῶνδε τὰ ἕτερα ποιέειν ; εἰ μὲν γὰρ ἀξιόχρεος δοκέεις εἶναι σεωυτῷ τοῖσι ἐμοῖσι πρήγμασι ἀντιωθῆναι , σὺ δὲ τάς τε καὶ παυσάμενος πλάνης μάχεσθαι · εἰ δὲ συγγινώσκεαι εἶναι ἥσσων , σὺ δὲ καὶ οὕτω παυσάμενος τοῦ δρόμου δεσπότῃ τῷ σῷ δῶρα φέρων γῆν τε καὶ ὕδωρ ἐλθὲ ἐς λόγους . ʹ
4.127 πρὸς ταῦτα Σκυθέων βασιλεὺς Ἰδάνθυρσος λέγει τάδε . ʹ οὕτω τὸ ἐμὸν ἔχει , Πέρσα . ἐγὼ οὐδένα κω ἀνθρώπων δείσας ἔφυγον οὔτε πρότερον οὔτε νῦν σὲ φεύγω , οὐδέ τι νεώτερον εἰμὶ ποιήσας νῦν καὶ ἐν εἰρήνη ἐώθεα ποιέειν . τι δὲ οὐκ αὐτίκα μάχομαι τοι , ἐγὼ καὶ τοῦτο σημανέω . ἡμῖν οὔτε ἄστεα οὔτε γῆ πεφυτευμένη ἐστί , τῶν πέρι δείσαντες μὴ ἁλῷ , καρῇ ταχύτερον ἂν ὑμῖν συμμίσγοιμεν ἐς μάχην . εἰ δὲ δέοι πάντως ἐς τοῦτο κατὰ τάχος ἀπικνέεσθαι , τυγχάνουσι ἡμῖν ἐόντες τάφοι πατρώιοι · φέρετε , τούτους ἀνευρόντες συγχέειν πειρᾶσθε αὐτούς , καὶ γνώσεσθε τότε εἴτε ὑμῖν μαχησόμεθα περὶ τῶν τάφων εἴτε καὶ οὐ μαχησόμεθα . πρότερον δέ , ἢν μὴ ἡμέας λόγος αἱρέῃ , οὐ συμμίξομεν τοι .