4.120 πρῶτα μέν νυν ὑπάγειν σφέας ἰθὺ τῶν χωρέων τῶν ἀπειπαμένων τὴν σφετέρην συμμαχίην , ἵνα καὶ τούτους ἐκπολεμώσωσι · εἰ γὰρ μὴ ἑκόντες γε ὑπέδυσαν τὸν πόλεμον τὸν πρὸς Πέρσας , ἀλλ’ ἀέκοντας ἐκπολεμώσειν · μετὰ δὲ τοῦτο ὑποστρέφειν ἐς τὴν σφετέρην καὶ ἐπιχειρέειν , ἢν δὴ βουλευομένοισι δοκέῃ .
4.121 ταῦτα οἱ Σκύθαι βουλευσάμενοι ὑπηντίαζον τὴν Δαρείου στρατιήν , προδρόμους ἀποστείλαντες τῶν ἱππέων τοὺς ἀρίστους . τὰς δὲ ἁμάξας ἐν τῇσι σφι διαιτᾶτο τὰ τέκνα καὶ αἱ γυναῖκες πάσας καὶ τὰ πρόβατα πάντα , πλὴν ὅσα σφι ἐς φορβὴν ἱκανὰ ἦν τοσαῦτα ὑπολιπόμενοι , τὰ ἄλλα ἅμα τῇσι ἁμάξῃσι προέπεμψαν , ἐντειλάμενοι αἰεὶ τὸ πρὸς βορέω ἐλαύνειν .
4.122 ταῦτα μὲν δὴ προεκομίζετο . τῶν δὲ Σκυθέων οἱ πρόδρομοι ὡς εὗρον τοὺς Πέρσας ὅσον τε τριῶν ἡμερέων ὁδὸν ἀπέχοντας ἀπὸ τοῦ Ἴστρου , οὗτοι μὲν τούτους εὑρόντες , ἡμέρης ὁδῷ προέχοντες , ἐστρατοπεδεύοντο τὰ ἐκ τῆς γῆς φυόμενα λεαίνοντες , οἱ δὲ Πέρσαι ὡς εἶδον ἐπιφανεῖσαν τῶν Σκυθέων τὴν ἵππον , ἐπήισαν κατὰ στίβον αἰεὶ ὑπαγόντων · καὶ ἔπειτα ʹπρὸς γὰρ τὴν μίαν τῶν μοιρέων ἴθυσαν̓ οἱ Πέρσαι ἐδίωκον πρὸς ἠῶ τε καὶ ἰθὺ Τανάιδος . διαβάντων δὲ τούτων τὸν Τάναιν ποταμὸν οἱ Πέρσαι ἐπιδιαβάντες ἐδίωκον , ἐς τῶν Σαυροματέων τὴν χώρην διεξελθόντες ἀπίκοντο ἐς τὴν τῶν Βουδίνων .