4.119 ἡμεῖς δὲ οὔτε τι τότε ἠδικήσαμεν τοὺς ἄνδρας τούτους οὐδὲν οὔτε νῦν πρότεροι πειρησόμεθα ἀδικέειν . ἢν μέντοι ἐπίῃ καὶ τὴν ἡμετέρην ἄρξῃ τε ἀδικέων , καὶ ἡμεῖς οὐ πεισόμεθα , μέχρι δὲ τοῦτο ἴδωμεν , μενέομεν παρ’ ἡμῖν αὐτοῖσι · ἥκειν γὰρ δοκέομεν οὐκ ἐπ’ ἡμέας Πέρσας ἀλλ’ ἐπὶ τοὺς αἰτίους τῆς ἀδικίης γενομὲνους . ʹ
4.120 ταῦτα ὡς ἀπενειχθέντα ἐπύθοντο οἱ Σκύθαι , ἐβουλεύοντο ἰθυμαχίην μὲν μηδεμίαν ποιέεσθαι ἐκ τοῦ ἐμφανέος , ὅτε δὴ σφι οὗτοι γε σύμμαχοι οὐ προσεγίνοντο , ὑπεξιόντες δὲ καὶ ὑπεξελαύνοντες τὰ φρέατα τὰ παρεξίοιεν αὐτοὶ καὶ τὰς κρήνας συγχοῦν , τὴν ποίην τε ἐκ τῆς γῆς ἐκτρίβειν , διχοῦ σφέας διελόντες . καὶ πρὸς μὲν τὴν μίαν τῶν μοιρέων , τῆς ἐβασίλευε Σκώπασις , προσχωρέειν Σαυρομάτας · τούτους μὲν δὴ ὑπάγειν , ἢν ἐπὶ τοῦτο τράπηται Πέρσης ἰθὺ Τανάιδος ποταμοῦ παρὰ τὴν Μαιῆτιν λίμνην ὑποφεύγοντας , ἀπελαύνοντος τε τοῦ Πέρσεω ἐπιόντας διώκειν . αὕτη μέν σφι μία ἦν μοῖρα τῆς βασιληίης , τεταγμένη ταύτην τὴν ὁδὸν περ εἴρηται · τὰς δὲ δύο τῶν βασιληίων , τήν τε μεγάλην τῆς ἦρχε Ἰδάνθυρσος καὶ τὴν τρίτην τῆς ἐβασίλευε Τάξακις , συνελθούσας ἐς τὠυτὸ καὶ Γελωνῶν τε καὶ Βουδίνων προσγενομένων , ἡμέρης καὶ τούτους ὁδῶ προέχοντας τῶν Περσέων ὑπεξάγειν , ὑπιόντας τε καὶ ποιεῦντας τὰ βεβουλευμένα ·