4.123 ὅσον μὲν δὴ χρόνον οἱ Πέρσαι ἤισαν διὰ τῆς Σκυθικῆς καὶ τῆς Σαυρομάτιδος χώρης , οἳ δὲ εἶχον οὐδὲν σίνεσθαι ἅτε τῆς χώρης ἐούσης χέρσου · ἐπείτε δὲ ἐς τὴν τῶν Βουδίνων χώρην ἐσέβαλλον , ἐνθαῦτα δὴ ἐντυχόντες τῷ ξυλίνῳ τείχεϊ , ἐκλελοιπότων τῶν Βουδίνων καὶ κεκενωμένου τοῦ τείχεος πάντων , ἐνέπρησαν αὐτό . τοῦτο δὲ ποιήσαντες εἵποντο αἰεὶ τὸ πρόσω κατὰ στίβον , ἐς διεξελθόντες ταύτην ἐς τὴν ἔρημον ἀπίκοντο . δὲ ἔρημος αὕτη ὑπὸ οὐδαμῶν νέμεται ἀνδρῶν , κέεται δὲ ὑπὲρ τῆς Βουδίνων χώρης ἐοῦσα πλῆθος ἑπτὰ ἡμερέων ὁδοῦ . ὑπὲρ δὲ τῆς ἐρήμου Θυσσαγέται οἰκέουσι , ποταμοὶ δὲ ἐξ αὐτῶν τέσσερες μεγάλοι ῥέοντες διὰ Μαιητέων ἐκδιδοῦσι ἐς τὴν λίμνην τὴν καλεομένην Μαιῆτιν , τοῖσι οὐνόματα κέεται τάδε , Λύκος Ὄαρος Τάναις Σύργις .
4.124 ἐπεὶ ὦν Δαρεῖος ἦλθε ἐς τὴν ἔρημον , παυσάμενος τοῦ δρόμου ἵδρυσε τὴν στρατιὴν ἐπὶ ποταμῷ Ὀάρῳ . τοῦτο δὲ ποιήσας ὀκτὼ τείχεα ἐτείχεε μεγάλα , ἴσον ἀπ’ ἀλλήλων ἀπέχοντα , σταδίους ὡς ἑξήκοντα μάλιστά κῃ · τῶν ἔτι ἐς ἐμὲ τὰ ἐρείπια σόα ἦν . ἐν δὲ οὗτος πρὸς ταῦτα ἐτράπετο , οἱ διωκόμενοι Σκύθαι περιελθόντες τὰ κατύπερθε ὑπέστρεφον ἐς τὴν Σκυθικήν . ἀφανισθέντων δὲ τούτων τὸ παράπαν , ὡς οὐκέτι ἐφαντάζοντό σφι , οὕτω δὴ Δαρεῖος τείχεα μὲν ἐκεῖνα ἡμίεργα μετῆκε , αὐτὸς δὲ ὑποστρέψας ἤιε πρὸς ἑσπέρην , δοκέων τούτους τε πάντας τοὺς Σκύθας εἶναι καὶ πρὸς ἑσπέρην σφέας φεύγειν .