4.118 τί γὰρ πάθωμεν μὴ βουλομένων ὑμέων τιμωρέειν ; ὑμῖν δὲ οὐδὲν ἐπὶ τούτῳ ἔσται ἐλαφρότερον . ἥκει γὰρ Πέρσης οὐδέν τι μᾶλλον ἐπ’ ἡμέας οὐ καὶ ἐπ’ ὑμέας , οὐδέ οἱ καταχρήσει ἡμέας καταστρεψαμένῳ ὑμέων ἀπέχεσθαι . μέγα δὲ ὑμῖν λόγων τῶνδε μαρτύριον ἐρέομεν . εἰ γὰρ ἐπ’ ἡμέας μούνους ἐστρατηλάτεε Πέρσης τίσασθαι τῆς πρόσθε δουλοσύνης βουλόμενος , χρῆν αὐτὸν πάντων τῶν ἄλλων ἀπεχόμενον ἰέναι οὕτω ἐπὶ τὴν ἡμετέρην , καὶ ἂν ἐδήλου πᾶσι ὡς ἐπὶ Σκύθας ἐλαύνει καὶ οὐκ ἐπὶ τοὺς ἄλλους . νῦν δὲ ἐπείτε τάχιστα διέβη ἐς τήνδε τὴν ἤπειρον , τοὺς αἰεὶ ἐμποδὼν γινομένους ἡμεροῦται πάντας · τούς τε δὴ ἄλλους ἔχει ὑπ’ ἑωυτῷ Θρήικας καὶ δὴ καὶ τοὺς ἡμῖν ἐόντας πλησιοχώρους Γέτας . ʹ
4.119 ταῦτα Σκυθέων ἐπαγγελλομένων ἐβουλεύοντο οἱ βασιλέες οἱ ἀπὸ τῶν ἐθνέων ἥκοντες , καί σφεων ἐσχίσθησαν αἱ γνῶμαι · μὲν γὰρ Γελωνὸς καὶ Βουδῖνος καὶ Σαυρομάτης κατὰ τὠυτὸ γενόμενοι ὑπεδέκοντο Σκύθῃσι τιμωρήσειν , δὲ Ἀγάθυρσος καὶ Νευρὸς καὶ Ἀνδροφάγος καὶ οἱ τῶν Μελαγχλαίνων καὶ Ταύρων τάδε Σκύθῃσι ὑπεκρίναντο . ʹ εἰ μὲν μὴ ὑμεῖς ἔατε οἱ πρότεροι ἀδικήσαντες Πέρσας καὶ ἄρξαντες πολέμου , τούτων δεόμενοι τῶν νῦν δέεσθε λέγειν τε ἂν ἐφαίνεσθε ἡμῖν ὀρθά , καὶ ἡμεῖς ὑπακούσαντες τὠυτὸ ἂν ὑμῖν ἐπρήσσομεν . νῦν δὲ ὑμεῖς τε ἐς τὴν ἐκείνων ἐσβαλόντες γῆν ἄνευ ἡμέων ἐπεκρατέετε Περσέων ὅσον χρόνον ὑμῖν θεὸς παρεδίδου , καὶ ἐκεῖνοι , ἐπεί σφεας ὡυτὸς θεὸς ἐγείρει , τὴν ὁμοίην ὑμῖν ἀποδιδοῦσι .