4.112 ἐπεὶ δὲ ἔμαθον αὐτοὺς αἱ Ἀμαζόνες ἐπ’ οὐδεμιῇ δηλήσι ἀπιγμένους , ἔων χαίρειν · προσεχώρεον δὲ πλησιαιτέρω τὸ στρατόπεδον τῷ στρατοπέδῳ ἐπ’ ἡμέρῃ ἑκάστη . εἶχον δὲ οὐδὲν οὐδ’ οἱ νεηνίσκοι , ὥσπερ αἱ Ἀμαζόνες , εἰ μὴ τὰ ὅπλα καὶ τοὺς ἵππους , ἀλλὰ ζόην ἔζωον τὴν αὐτὴν ἐκείνῃσι , θηρεύοντές τε καὶ ληιζόμενοι .
4.113 ἐποίευν δὲ αἱ Ἀμαζόνες ἐς τὴν μεσαμβρίην τοιόνδε · ἐγίνοντο σποράδες κατὰ μίαν τε καὶ δύο , πρόσω δὴ ἀπ’ ἀλληλέων ἐς εὐμαρείην ἀποσκιδνάμεναι . μαθόντες δὲ καὶ οἱ Σκύθαι ἐποίευν τὠυτὸ τοῦτο . καί τις μουνωθεισέων τινὶ αὐτέων ἐνεχρίμπτετο , καὶ Ἀμαζὼν οὐκ ἀπωθέετο ἀλλὰ περιεῖδε χρήσασθαι . καὶ φωνῆσαι μὲν οὐκ εἶχε , οὐ γὰρ συνίεσαν ἀλλήλων , τῇ δὲ χειρὶ ἔφραζε ἐς τὴν ὑστεραίην ἐλθεῖν ἐς τωὐτὸ χωρίον καὶ ἕτερον ἄγειν , σημαίνουσα δύο γενέσθαι καὶ αὐτὴ ἑτέρην ἄξειν . δὲ νεηνίσκος , ἐπεὶ ἀπῆλθε , ἔλεξε ταῦτα πρὸς τοὺς λοιπούς · τῇ δὲ δευτεραίῃ ἦλθε ἐς τὸ χωρίον αὐτός τε οὗτος καὶ ἕτερον ἦγε , καὶ τὴν Ἀμαζόνα εὗρε δευτέρην αὐτὴν ὑπομένουσαν . οἱ δὲ λοιποὶ νεηνίσκοι ὡς ἐπύθοντο ταῦτα , καὶ αὐτοὶ ἐκτιλώσαντο τὰς λοιπὰς τῶν Ἀμαζόνων .
4.114 μετὰ δὲ συμμίξαντες τὰ στρατόπεδα οἴκεον ὁμοῦ , γυναῖκα ἔχων ἕκαστος ταύτην τῇ τὸ πρῶτον συνεμίχθη . τὴν δὲ φωνὴν τὴν μὲν τῶν γυναικῶν οἱ ἄνδρες οὐκ ἐδυνέατο μαθεῖν , τὴν δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες συνέλαβον .