4.110 πλοῖα δὲ οὐ γινώσκειν αὐτὰς οὐδὲ πηδαλίοισι χρᾶσθαι οὐδὲ ἱστίοισι οὐδὲ εἰρεσίῃ · ἀλλ’ ἐπεὶ ἐξέκοψαν τοὺς ἄνδρας ἐφέροντο κατὰ κῦμα καὶ ἄνεμον , καὶ ἀπικνέονται τῆς λίμνης τῆς Μαιήτιδος ἐπὶ Κρημνούς · οἱ δὲ Κρημνοὶ εἰσὶ γῆς τῆς Σκυθέων τῶν ἐλευθέρων . ἐνθαῦτα ἀποβᾶσαι ἀπὸ τῶν πλοίων αἱ Ἀμαζόνες ὁδοιπόρεον ἐς τὴν οἰκεομένην . ἐντυχοῦσαι δὲ πρώτῳ ἱπποφορβίῳ τοῦτο διήρπασαν , καὶ ἐπὶ τούτων ἱππαζόμεναι ἐληίζοντο τὰ τῶν Σκυθέων .
4.111 οἱ δὲ Σκύθαι οὐκ εἶχον συμβαλέσθαι τὸ πρῆγμα · οὔτε γὰρ φωνὴν οὔτε ἐσθῆτα οὔτε τὸ ἔθνος ἐγίνωσκον , ἀλλ’ ἐν θώματι ἦσαν ὁκόθεν ἔλθοιεν , ἐδόκεον δ’ αὐτὰς εἶναι ἄνδρας τὴν αὐτὴν ἡλικίην ἔχοντας , μάχην τε δὴ πρὸς αὐτὰς ἐποιεῦντο . ἐκ δὲ τῆς μάχης τῶν νεκρῶν ἐκράτησαν οἱ Σκύθαι , καὶ οὕτω ἔγνωσαν ἐούσας γυναῖκας . βουλευομένοισι ὦν αὐτοῖσι ἔδοξε κτείνειν μὲν οὐδενὶ τρόπῳ ἔτι αὐτάς , ἑωυτῶν δὲ τοὺς νεωτάτους ἀποπέμψαι ἐς αὐτάς , πλῆθος εἰκάσαντας ὅσαι περ ἐκεῖναι ἦσαν τούτους δὲ στρατοπεδεύεσθαι πλησίον ἐκεινέων καὶ ποιέειν τὰ περ ἂν καὶ ἐκεῖναι ποιέωσι . ἢν δὲ αὐτοὺς διώκωσι , μάχεσθαι μὲν μή , ὑποφεύγειν δέ · ἐπεὰν δὲ παύσωνται , ἐλθόντας αὖτις πλησίον στρατοπεδεύεσθαι . ταῦτα ἐβουλεύσαντο οἱ Σκύθαι βουλόμενοι ἐξ αὐτέων παῖδας ἐκγενήσεσθαι . ἀποπεμφθέντες δὲ οἱ νεηνίσκοι ἐποίευν τὰ ἐντεταλμένα .