4.114 ἐπεὶ δὲ συνῆκαν ἀλλήλων , ἔλεξαν πρὸς τὰς Ἀμαζόνας τάδε οἱ ἄνδρες . ʹ ἡμῖν εἰσὶ μὲν τοκέες , εἰσὶ δὲ κτήσιες · νῦν ὦν μηκέτι πλεῦνα χρόνον ζόην τοιήνδε ἔχωμεν , ἀλλ’ ἀπελθόντες ἐς τὸ πλῆθος διαιτώμεθα . γυναῖκας δὲ ἕξομεν ὑμέας καὶ οὐδαμὰς ἄλλας . ʹ αἳ δὲ πρὸς ταῦτα ἔλεξαν τάδε . ʹ ἡμεῖς οὐκ ἂν δυναίμεθα οἰκέειν μετὰ τῶν ὑμετερέων γυναικῶν · οὐ γὰρ τὰ αὐτὰ νόμαια ἡμῖν τε κἀκείνῃσι ἐστί . ἡμεῖς μὲν τοξεύομέν τε καὶ ἀκοντίζομεν καὶ ἱππαζόμεθα , ἔργα δὲ γυναικήια οὐκ ἐμάθομεν · αἱ δὲ ὑμέτεραι γυναῖκες τούτων μὲν οὐδὲν τῶν ἡμεῖς κατελέξαμεν ποιεῦσι , ἔργα δὲ γυναικήια ἐργάζονται μένουσαι ἐν τῇσι ἁμάξῃσι , οὔτ’ ἐπὶ θήρην ἰοῦσαι οὔτε ἄλλῃ οὐδαμῇ . οὐκ ἂν ὦν δυναίμεθα ἐκείνῃσι συμφέρεσθαι . ἀλλ’ εἰ βούλεσθε γυναῖκας ἔχειν ἡμέας καὶ δοκέειν εἶναι δίκαιοι , ἐλθόντες παρὰ τοὺς τοκέας ἀπολάχετε τῶν κτημάτων τὸ μέρος , καὶ ἔπειτα ἐλθόντες οἰκέωμεν ἐπὶ ἡμέων αὐτῶν . ʹ ἐπείθοντο καὶ ἐποίησαν ταῦτα οἱ νεηνίσκοι .
4.115 ἐπείτε δὲ ἀπολαχόντες τῶν κτημάτων τὸ ἐπιβάλλον ἦλθον ὀπίσω παρὰ τὰς Ἀμαζόνας , ἔλεξαν αἱ γυναῖκες πρὸς αὐτοὺς τάδε . ʹ ἡμέας ἔχει φόβος τε καὶ δέος ὅκως χρὴ οἰκέειν ἐν τῷδε τῷ χώρῳ , τοῦτο μὲν ὑμέας ἀποστερησάσας πατέρων , τοῦτο δὲ γῆν τὴν ὑμετέρην δηλησαμένας πολλά . ἀλλ’ ἐπείτε ἀξιοῦτε ἡμέας γυναῖκας ἔχειν , τάδε ποιέετε ἅμα ἡμῖν · φέρετε ἐξαναστέωμεν ἐκ τῆς γῆς τῆσδε καὶ περήσαντες Τάναιν ποταμὸν οἰκέωμεν . ʹ