4.102 οἱ δὲ Σκύθαι δόντες σφίσι λόγον ὡς οὐκ οἷοί τε εἰσὶ τὸν Δαρείου στρατὸν ἰθυμαχίῃ διώσασθαι μοῦνοι , ἔπεμπον ἐς τοὺς πλησιοχώρους ἀγγέλους · τῶν δὲ καὶ δὴ οἱ βασιλέες συνελθόντες ἐβουλεύοντο ὡς στρατοῦ ἐπελαύνοντος μεγάλου . ἦσαν δὲ οἱ συνελθόντες βασιλέες Ταύρων καὶ Ἀγαθύρσων καὶ Νευρῶν καὶ Ἀνδροφάγων καὶ Μελαγχλαίνων καὶ Γελωνῶν καὶ Βουδίνων καὶ Σαυροματέων .
4.103 τούτων Ταῦροι μὲν νόμοισι τοιοῖσιδε χρέωνται · θύουσι μὲν τῇ , Παρθένῳ τούς τε ναυηγοὺς καὶ τοὺς ἂν λάβωσι Ἑλλήνων ἐπαναχθέντες τρόπῳ τοιῷδε · καταρξάμενοι ῥοπάλῳ παίουσι τὴν κεφαλήν . οἳ μὲν δὴ λέγουσι ὡς τὸ σῶμα ἀπὸ τοῦ κρημνοῦ ὠθέουσι κάτω ʹἐπὶ γὰρ κρημνοῦ ἵδρυται τὸ ἱρόν̓ , τὴν δὲ κεφαλὴν ἀνασταυροῦσι · οἳ δὲ κατὰ μὲν τὴν κεφαλὴν ὁμολογέουσι , τὸ μέντοι σῶμα οὐκ ὠθέεσθαι ἀπὸ τοῦ κρημνοῦ λέγουσι ἀλλὰ γῇ κρύπτεσθαι . τὴν δὲ δαίμονα ταύτην τῆ θύουσι λέγουσι αὐτοὶ Ταῦροι Ἰφιγένειαν τὴν Ἀγαμέμνονος εἶναι . πολεμίους δὲ ἄνδρας τοὺς ἂν χειρώσωνται ποιεῦσι τάδε · ἀποταμὼν ἕκαστος κεφαλὴν ἀποφέρεται ἐς τὰ οἰκία , ἔπειτα ἐπὶ ξύλου μεγάλου ἀναπείρας ἱστᾷ ὑπὲρ τῆς οἰκίης ὑπερέχουσαν πολλόν , μάλιστα δὲ ὑπὲρ τῆς καπνοδόκης . φασὶ δὲ τούτους φυλάκους τῆς οἰκίης πάσης ὑπεραιωρέεσθαι . ζῶσι δὲ ἀπὸ ληίης τε καὶ πολέμου .
4.104 Ἀγάθυρσοι δὲ ἁβρότατοι ἀνδρῶν εἰσι καὶ χρυσοφόροι τὰ μάλιστα , ἐπίκοινον δὲ τῶν γυναικῶν τὴν μῖξιν ποιεῦνται , ἵνα κασίγνητοι τε ἀλλήλων ἔωσι καὶ οἰκήιοι ἐόντες πάντες μήτε φθόνῳ μήτε ἔχθεϊ χρέωνται ἐς ἀλλήλους . τὰ δὲ ἄλλα νόμαια Θρήιξι προσκεχωρήκασι .