4.99 λέγω δὲ ὡς εἶναι ταῦτα σμικρὰ μεγάλοισι συμβάλλειν · τοιοῦτον Ταυρική ἐστι . ὃς δὲ τῆς Ἀττικῆς ταῦτα μὴ παραπέπλωκε , ἐγὼ δὲ ἄλλως δηλώσω · ὡς εἰ τῆς Ἰηπυγίης ἄλλο ἔθνος καὶ μὴ Ἰήπυγες ἀρξάμενοι ἐκ Βρεντεσίου λιμένος ἀποταμοίατο μέχρι Τάραντος καὶ νεμοίατο τὴν ἄκρην . δύο δὲ λέγων ταῦτα πολλὰ λέγω παρόμοια , τοῖσι ἄλλοισι ἔοικε Ταυρική .
4.100 τὸ δ’ ἀπὸ τῆς Ταυρικῆς ἤδη Σκύθαι τὰ κατύπερθε τῶν Ταύρων καὶ τὰ πρὸς θαλάσσης τῆς ἠοίης νέμονται , τοῦ τε Βοσπόρου τοῦ Κιμμερίου τὰ πρὸς ἑσπέρης καὶ τῆς λίμνης τῆς Μαιήτιδος μέχρι Τανάιδος ποταμοῦ , ὃς ἐκδιδοῖ ἐς μυχὸν τῆς λίμνης ταύτης . ἤδη ὧν ἀπὸ μὲν Ἴστρου τὰ κατύπερθε ἐς τὴν μεσόγαιαν φέροντα ἀποκληίεται Σκυθικὴ ὑπὸ πρώτων Ἀγαθύρσων , μετὰ δὲ Νευρῶν , ἔπειτα δὲ Ἀνδροφάγων , τελευταίων δὲ Μελαγχλαίνων .
4.101 ἔστι ὦν τῆς Σκυθικῆς ὡς ἐούσης τετραγώνου , τῶν δύο μερέων κατηκόντων ἐς θάλασσαν , πάντῃ ἴσον τό τε ἐς τὴν μεσόγαιαν φέρον καὶ τὸ παρὰ τὴν θάλασσαν . ἀπὸ γὰρ Ἴστρου ἐπὶ Βορυσθένεα δέκα ἡμερέων ὁδός ἀπὸ Βορυσθένεος τε ἐπὶ τὴν λίμνην τὴν Μαιῆτιν ἑτερέων δέκα · καὶ τὸ ἀπὸ θαλάσσης ἐς μεσόγαιαν ἐς τοὺς Μελαγχλαίνους τοὺς κατύπερθε Σκυψέων οἰκημένους εἴκοσι ἡμερέων ὁδὸς . δὲ ὁδὸς ἡμερησίη ἀνὰ διηκόσια στάδια συμβέβληταί μοι . οὕτω ἂν εἴη τῆς Σκυθικῆς τὰ ἐπικάρσια τετρακισχιλίων σταδίων καὶ τὰ ὄρθια τὰ ἐς τὴν μεσόγαιαν φέροντα ἑτέρων τοσούτων σταδίων . μέν νυν γῆ αὕτη ἐστὶ μέγαθος τοσαύτη .