4.105 Νευροὶ δὲ νόμοισι μὲν χρέωνται Σκυθικοῖσι , γενεῇ δὲ μιῇ πρότερον σφέας τῆς Δαρείου στρατηλασίης κατέλαβε ἐκλιπεῖν τὴν χώρην πᾶσαν ὑπὸ ὀφίων · ὄφιας γάρ σφι πολλοὺς μὲν χώρη ἀνέφαινε , οἱ δὲ πλεῦνες ἄνωθέν σφι ἐκ τῶν ἐρήμων ἐπέπεσον , ἐς πιεζόμενοι οἴκησαν μετὰ Βουδίνων τὴν ἑωυτῶν ἐκλιπόντες . κινδυνεύουσι δὲ οἱ ἄνθρωποι οὗτοι γόητες εἶναι . λέγονται γὰρ ὑπὸ Σκυθέων καὶ Ἑλλήνων τῶν ἐν τῇ Σκυθικῇ κατοικημένων ὡς ἔτεος ἑκάστου ἅπαξ τῶν Νευρῶν ἕκαστος λύκος γίνεται ἡμέρας ὀλίγας καὶ αὖτις ὀπίσω ἐς τὠυτὸ κατίσταται . ἐμὲ μέν νυν ταῦτα λέγοντες οὐ πείθουσι , λέγουσι δὲ οὐδὲν ἧσσον , καὶ ὀμνῦσι δὲ λέγοντες .
4.106 ἀνδροφάγοι δὲ ἀγριώτατα πάντων ἀνθρώπων ἔχουσι ἤθεα , οὔτε δίκην νομίζοντες οὔτε νόμῳ οὐδενὶ χρεώμενοι · νομάδες δὲ εἰσι , ἐσθῆτά τε φορέουσι τῇ Σκυθικῇ ὁμοίην , γλῶσσαν δὲ ἰδίην , ἀνδροφαγέουσι δὲ μοῦνοι τούτων .
4.107 μελάγχλαινοι δὲ εἵματα μὲν μέλανα φορέουσι πάντες , ἐπ’ ὧν καὶ τὰς ἐπωνυμίας ἔχουσι , νόμοισι δὲ Σκυθικοῖσι χρέωνται .
4.108 Βουδῖνοι δὲ ἔθνος ἐὸν μέγα καὶ πολλὸν γλαυκόν τε πᾶν ἰσχυρῶς ἐστι καὶ πυρρόν · πόλις δὲ ἐν αὐτοῖσι πεπόλισται ξυλίνη , οὔνομα δὲ τῇ πόλι ἐστὶ Γελωνός . τοῦ δὲ τείχεος μέγαθος κῶλον ἕκαστον τριήκοντα σταδίων ἐστί , ὑψηλὸν δὲ καὶ πᾶν ξύλινον , καὶ αἱ οἰκίαι αὐτῶν ξύλιναι καὶ τὰ ἱρά .