4.98 μέχρι δὲ τούτου , ἐπείτε οὕτω μετέδοξε , φυλάσσετε τὴν σχεδίην , πᾶσαν προθυμίην σωτηρίης τε καὶ φυλακῆς παρεχόμενοι . ταῦτα δὲ ποιεῦντες ἐμοὶ μεγάλως χαριεῖσθε . ʹ Δαρεῖος μὲν ταῦτα εἴπας ἐς τὸ πρόσω ἐπείγετο .
4.99 τῆς δὲ Σκυθικῆς γῆς Θρηίκη τὸ ἐς θάλασσαν πρόκειται · κόλπου δὲ ἀγομένου τῆς γῆς ταύτης , Σκυθική τε ἐκδέκεται καὶ Ἴστρος ἐκδιδοῖ ἐς αὐτήν , πρὸς εὗρον ἄνεμον τὸ στόμα τετραμμένος . τὸ δὲ ἀπὸ Ἴστρου ἔρχομαι σημανέων τὸ πρὸς θάλασσαν αὐτῆς τῆς Σκυθικῆς χώρης ἐς μέτρησιν . ἀπὸ Ἴστρου αὕτη ἤδη ἀρχαίη Σκυθίη ἐστί , πρὸς μεσαμβρίην τε καὶ νότον ἄνεμον κειμένη , μέχρι πόλιος Καρκινίτιδος καλεομένης . τὸ δὲ ἀπὸ ταύτης τὴν μὲν ἐπὶ θάλασσαν τὴν αὐτὴν φέρουσαν , ἐοῦσαν ὀρεινήν τε χώρην καὶ προκειμένην τὸ ἐς Πόντον , νέμεται τὸ Ταυρικὸν ἔθνος μέχρι χερσονήσου τῆς τρηχέης καλεομένης · αὕτη δὲ ἐς θάλασσαν τὴν πρὸς ἀπηλιώτην ἄνεμον κατήκει . ἔστι γὰρ τῆς Σκυθικῆς τὰ δύο μέρεα τῶν οὔρων ἐς θάλασσαν φέροντα , τήν τε πρὸς μεσαμβρίην καὶ τὴν πρὸς τὴν ἠῶ , κατά περ τῆς Ἀττικῆς χώρης · καὶ παραπλήσια ταύτῃ καὶ οἱ Ταῦροι νέμονται τῆς Σκυθικῆς , ὡς εἰ τῆς Ἀττικῆς ἄλλο ἔθνος καὶ μὴ Ἀθηναῖοι νεμοίατο τὸν γουνὸν τὸν Σουνιακόν , μᾶλλον ἐς τὸν πόντον τὴν ἄκρην ἀνέχοντα , τὸν ἀπὸ Θορικοῦ μέχρι Ἀναφλύστου δήμου ·