4.97 ʹ βασιλεῦ , ἐπὶ γῆν γὰρ μέλλεις στρατεύεσθαι τῆς οὔτε ἀρηρομένον φανήσεται οὐδὲν οὔτε πόλις οἰκεομένη · σύ νυν γέφυραν ταύτὴν ἔα κατὰ χώρην ἑστάναι , φυλάκους αὐτῆς λιπὼν τούτους οἵπερ μιν ἔζευξαν . καὶ ἤν τε κατὰ νόον πρήξωμεν εὑρόντες Σκύθας , ἔστι ἄποδος ἡμῖν , ἤν τε καὶ μή σφεας εὑρεῖν δυνώμεθα , γε ἄποδος ἡμῖν ἀσφαλής · οὐ γὰρ ἔδεισά κω μὴ ἑσσωθέωμεν ὑπὸ Σκυθέων μάχῃ , ἁλλὰ μᾶλλον μὴ οὐ δυνάμενοι σφέας εὑρεῖν πάθωμεν τι ἀλώμενοι . καὶ τάδε λέγειν φαίη τις ἄν με ἐμεωυτοῦ εἵνεκεν , ὡς καταμένω · ἐγὼ δὲ γνώμην μὲν τὴν εὕρισκον ἀρίστην σοί , βασιλεῦ , ἐς μέσον φέρω , αὐτὸς μέντοι ἕψομαί τοι καὶ οὐκ ἂν λειφθείην . ʹ κάρτα τε ἥσθη τῇ γνώμῃ Δαρεῖος καὶ μιν ἀμείψατο τοῖσιδε . ʹ ξεῖνε Λέσβιε , σωθέντος ἐμεῦ ὀπίσω ἐς οἶκον τὸν ἐμὸν ἐπιφάνηθί μοι πάντως , ἵνα σε ἀντὶ χρηστῆς συμβουλίης χρηστοῖσι ἔργοισι ἀμείψωμαι . ʹ
4.98 ταῦτα δὲ εἴπας καὶ ἀπάψας ἅμματα ἑξήκοντα ἐν ἱμάντι καλέσας ἐς λόγους τοὺς Ἰώνων τυράννους ἔλεγε τάδε . ʹ ἄνδρες Ἴωνες , μὲν πρότερον γνώμη ἀποδεχθεῖσα ἐς τὴν γέφυραν μετείσθω μοι , ἔχοντες δὲ τὸν ἱμάντα τόνδε ποιέετε τάδε . ἐπεὰν ἐμὲ ἴδητε τάχιστα πορευόμενον ἐπὶ Σκύθας , ἀπὸ τούτου ἀρξάμενοι τοῦ χρόνου λύετε ἅμμα ἓν ἑκάστης ἡμέρης · ἢν δὲ ἐν τούτῳ τῷ χρόνῳ μὴ παρέω ἀλλὰ διεξέλθωσι ὑμῖν αἱ ἡμέραι τῶν ἁμμάτων , ἀποπλέετε ἐς τὴν ὑμετέρην αὐτῶν .