4.95 κατασκευάσασθαι ἀνδρεῶνα , ἐς τὸν πανδοκεύοντα τῶν ἀστῶν τοὺς πρώτους καὶ εὐωχέοντα ἀναδιδάσκειν ὡς οὔτε αὐτὸς οὔτε οἱ συμπόται αὐτοῦ οὔτε οἱ ἐκ τούτων αἰεὶ γινόμενοι ἀποθανέονται , ἀλλ’ ἥξουσι ἐς χῶρον τοῦτον ἵνα αἰεὶ περιεόντες ἕξουσι τὰ πάντα ἀγαθά . ἐν δὲ ἐποίεε τὰ καταλεχθέντα καὶ ἔλεγε ταῦτα , ἐν τούτῳ κατάγαιον οἴκημα ἐποιέετο . ὡς δέ οἱ παντελέως εἶχε τὸ οἴκημα , ἐκ μὲν τῶν Θρηίκων ἠφανίσθη , καταβὰς δὲ κάτω ἐς τὸ κατάγαιον οἴκημα διαιτᾶτο ἐπ’ ἔτεα τρία · οἳ δὲ μιν ἐπόθεόν τε καὶ ἐπένθεον ὡς τεθνεῶτα . τετάρτω δὲ ἔτεϊ ἐφάνη τοῖσι Θρήιξι , καὶ οὕτω πιθανά σφι ἐγένετο τὰ ἔλεγε Σάλμοξις . ταῦτα φασί μιν ποιῆσαι .
4.96 ἐγὼ δὲ περὶ μὲν τούτου καὶ τοῦ καταγαίου οἰκήματος οὔτε ἀπιστέω οὔτε ὦν πιστεύω τι λίην , δοκέω δὲ πολλοῖσι ἔτεσι πρότερον τὸν Σάλμοξιν τοῦτον γενέσθαι Πυθαγόρεω . εἴτε δὲ ἐγένετό τις Σάλμοξις ἄνθρωπος , εἴτ’ ἐστὶ δαίμων τις Γέτῃσι οὗτος ἐπιχώριος , χαιρέτω . οὗτοι μὲν δὴ τρόπῳ τοιούτῳ χρεώμενοι ὡς ἐχειρώθησαν ὑπὸ Περσέων , εἵποντο τῷ ἄλλῳ στρατῷ .
4.97 Δαρεῖος δὲ ὡς ἀπίκετο καὶ πεζὸς ἅμ’ αὐτῷ στρατὸς ἐπὶ τὸν Ἴστρον , ἐνθαῦτα διαβάντων πάντων Δαρεῖος ἐκέλευσε τούς τε Ἴωνας τὴν σχεδίην λύσαντας ἕπεσθαι κατ’ ἤπειρον ἑωυτῷ καὶ τὸν ἐκ τῶν νεῶν στρατόν . μελλόντων δὲ τῶν Ἰώνων λύειν καὶ ποιέειν τὰ κελευόμενα , Κώης Ἐρξάνδρου στρατηγὸς ἐὼν Μυτιληναίων ἔλεξε Δαρείῳ τάδε , πυθόμενος πρότερον εἰ οἱ φίλον εἴη γνώμην ἀποδέκεσθαι παρὰ τοῦ βουλομένου ἀποδείκνυσθαι .