4.94 ἀθανατίζουσι δὲ τόνδε τὸν τρόπον · οὔτε ἀποθνήσκειν ἑωυτοὺς νομίζουσι ἰέναι τε τὸν ἀπολλύμενον παρὰ Σάλμοξιν δαίμονα · οἳ δὲ αὐτῶν τὸν αὐτὸν τοῦτον ὀνομάζουσι Γεβελέιζιν · διὰ πεντετηρίδος τε τὸν πάλῳ λαχόντα αἰεὶ σφέων αὐτῶν ἀποπέμπουσι ἄγγελον παρὰ τὸν Σάλμοξιν , ἐντελλόμενοι τῶν ἂν ἑκάστοτε δέωνται , πέμπουσι δὲ ὧδε · οἳ μὲν αὐτῶν ταχθέντες ἀκόντια τρία ἔχουσι , ἄλλοι δὲ διαλαβόντες τοῦ ἀποπεμπομένου παρὰ τὸν Σάλμοξιν τὰς χεῖρας καὶ τοὺς πόδας , ἀνακινήσαντες αὐτὸν μετέωρον ῥίπτουσι ἐς τὰς λόγχας . ἢν μὲν δὴ ἀποθάνῃ ἀναπαρείς , τοῖσι δὲ ἵλεος θεὸς δοκέει εἶναι · ἢν δὲ μὴ ἀποθάνῃ , αἰτιῶνται αὐτὸν τὸν ἄγγελον , φάμενοί μιν ἄνδρα κακὸν εἶναι , αἰτιησάμενοι δὲ τοῦτον ἄλλον ἀποπέμπουσι · ἐντέλλονται δὲ ἔτι ζῶντι . οὗτοι οἱ αὐτοὶ Θρήικες καὶ πρὸς βροντήν τε καὶ ἀστραπὴν τοξεύοντες ἄνω πρὸς τὸν οὐρανὸν ἀπειλέουσι τῷ θεῷ , οὐδένα ἄλλον θεὸν νομίζοντες εἶναι εἰ μὴ τὸν σφέτερον .
4.95 ὡς δὲ ἐγὼ πυνθάνομαι τῶν τὸν Ἑλλήσποντον οἰκεόντων Ἑλλήνων καὶ Πόντον , τὸν Σάλμοξιν τοῦτον ἐόντα ἄνθρωπον δουλεῦσαι ἐν Σάμῳ , δουλεῦσαι δὲ Πυθαγόρῃ τῷ Μνησάρχου , ἐνθεῦτεν δὲ αὐτὸν γενόμενον ἐλεύθερον χρήματα κτήσασθαι μεγάλα , κτησάμενον δὲ ἀπελθεῖν ἐς τὴν ἑωυτοῦ . ἅτε δὲ κακοβίων τε ἐόντων τῶν Θρηίκων καὶ ὑπαφρονεστέρων , τὸν Σάλμοξιν τοῦτον ἐπιστάμενον δίαιτάν τε Ἰάδα καὶ ἤθεα βαθύτερα κατὰ Θρήικας , οἷα Ἕλλησι τε ὁμιλήσαντα καὶ Ἑλλήνων οὐ τῷ ἀσθενεστάτῳ σοφιστῇ Πυθαγόρη ,