4.90 ὁδὸς δ’ ἐπ’ αὐτάς ἐστι ἴση ἐξ Ἡραίου τε πόλιος τῆς παρὰ Περίνθῳ καὶ ἐξ Ἀπολλωνίης τῆς ἐν τῷ Εὐξείνῳ πόντῳ , δυῶν ἡμερέων ἑκατέρη . ἐκδιδοῖ δὲ Τέαρος οὗτος ἐς τὸν Κοντάδεσδον ποταμόν , δὲ Κοντάδεσδος ἐς τὸν Ἀγριάνην , δὲ Ἀγριάνης ἐς τὸν Ἕβρον , δὲ ἐς θάλασσαν τὴν παρ’ Αἴνῳ πόλι .
4.91 ἐπὶ τοῦτον ὦν τὸν ποταμὸν ἀπικόμενος Δαρεῖος ὡς ἐστρατοπεδεύσατο , ἡσθεὶς τῷ ποταμῷ στήλην ἔστησε καὶ ἐνθαῦτα , γράμματα ἐγγράψας λέγοντα τάδε . ʹ Τεάρου ποταμοῦ κεφαλαὶ ὕδωρ ἄριστόν τε καὶ κάλλιστον παρέχονται πάντων ποταμῶν · καὶ ἐπ’ αὐτὰς ἀπίκετο ἐλαύνων ἐπὶ Σκύθας στρατὸν ἀνὴρ ἄριστος τε καὶ κάλλιστος πάντων ἀνθρώπων , Δαρεῖος Ὑστάσπεος , Περσέων τε καὶ πάσης τῆς ἠπείρου βασιλεύς . ʹ ταῦτα δὲ ἐνθαῦτα ἐγράφη .
4.92 Δαρεῖος δὲ ἐνθεῦτεν ὁρμηθεὶς ἀπίκετο ἐπ’ ἄλλον ποταμὸν τῷ οὔνομα Ἀρτησκός ἐστι , ὃς διὰ Ὀδρυσέων ῥέει . ἐπὶ τοῦτον δὴ τὸν ποταμὸν ἀπικόμενος ἐποίησε τοιόνδε · ἀποδέξας χωρίον τῇ στρατιῇ ἐκέλευε πάντα ἄνδρα λίθον ἕνα παρεξιόντα τιθέναι ἐς τὸ ἀποδεδεγμένον τοῦτο χωρίον . ὡς δὲ ταῦτα στρατιὴ ἐπετέλεσε , ἐνθαῦτα κολωνοὺς μεγάλους τῶν λίθων καταλιπὼν ἀπήλαυνε τὴν στρατιήν .
4.93 πρὶν δὲ ἀπικέσθαι ἐπὶ τὸν Ἴστρον , πρώτους αἱρέει Γέτας τοὺς ἀθανατίζοντας . οἱ μὲν γὰρ τὸν Σαλμυδησσὸν ἔχοντες Θρήικες καὶ ὑπὲρ Ἀπολλωνίης τε καὶ Μεσαμβρίης πόλιος οἰκημένοι , καλεύμενοι δὲ Κυρμιάναι καὶ Νιψαῖοι , ἀμαχητὶ σφέας αὐτοὺς παρέδοσαν Δαρείῳ · οἱ δὲ Γέται πρὸς ἀγνωμοσύνην τραπόμενοι αὐτίκα ἐδουλώθησαν , Θρηίκων ἐόντες ἀνδρηιότατοι καὶ δικαιότατοι .