4.80 ὡς δὲ μετὰ ταῦτα ἐξήλαυνε Σκύλης ἐς ἤθεα τὰ ἑωυτοῦ , οἱ Σκύθαι προστησάμενοι τὸν ἀδελφεὸν αὐτοῦ Ὀκταμασάδην , γεγονότα ἐκ τῆς Τήρεω θυγατρός , ἐπανιστέατο τῷ Σκύλῃ . δὲ μαθὼν τὸ γινόμενον ἐπ’ ἑωυτῷ καὶ τὴν αἰτίην δι’ ἣν ἐποιέετο , καταφεύγει ἐς τὴν Θρηίκην . πυθόμενος δὲ Ὀκταμασάδης ταῦτα ἐστρατεύετο ἐπὶ τὴν Θρηίκην . ἐπείτε δὲ ἐπὶ τῷ Ἴστρῳ ἐγένετο , ἠντίασάν μιν οἱ Θρήικες , μελλόντων δὲ αὐτῶν συνάψειν ἔπεμψε Σιτάλκης παρὰ τὸν Ὀκταμασάδην λέγων τοιάδε . ʹ τι δεῖ ἡμέας ἀλλήλων πειρηθῆναι ; εἶς μέν μευ τῆς ἀδελφεῆς παῖς , ἔχεις δέ μευ ἀδελφεόν . σὺ δέ μοι ἀπόδος τοῦτον , καὶ ἐγὼ σοὶ τὸν σὸν Σκύλην παραδίδωμι · στρατιῇ δὲ μήτε σὺ κινδυνεύσῃς μήτ’ ἐγώ . ʹ ταῦτά οἱ πέμψας Σιτάλκης ἐπεκηρυκεύετο · ἦν γὰρ παρὰ τῷ Ὀκταμασάδη ἀδελφεὸς Σιτάλκεω πεφευγώς . δὲ Ὀκταμασάδης καταινέει ταῦτα , ἐκδοὺς δὲ τὸν ἑωυτοῦ μήτρωα Σιτάλκη ἔλαβε τὸν ἀδελφεὸν Σκύλην . καὶ Σιτάλκης μὲν παραλαβὼν τὸν ἀδελφεὸν ἀπήγετο , Σκύλεω δὲ Ὀκταμασάδης αὐτοῦ ταύτῃ ἀπέταμε τὴν κεφαλήν . οὕτω μὲν περιστέλλουσι τὰ σφέτερα νόμαια Σκύθαι , τοῖσι δὲ παρακτωμένοισι ξεινικοὺς νόμους τοιαῦτα ἐπιτίμια διδοῦσι .
4.81 πλῆθος δὲ τὸ Σκυθέων οὐκ οἷος τε ἐγενόμην ἀτρεκέως πυθέσθαι , ἀλλὰ διαφόρους λόγους περὶ τοῦ ἀριθμοῦ ἤκουον · καὶ γὰρ κάρτα πολλοὺς εἶναι σφέας καὶ ὀλίγους ὡς Σκύθας εἶναι .