4.81 τοσόνδε μέντοι ἀπέφαινόν μοι ἐς ὄψιν . ἔστι μεταξὺ Βορυσθένεός τε ποταμοῦ καὶ Ὑπάνιος χῶρος , οὔνομα δέ οἱ ἐστὶ Ἐξαμπαῖος · τοῦ καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον , φάμενος ἐν αὐτῷ κρήνην ὕδατος πικροῦ εἶναι , ἀπ’ ἧς τὸ ὕδωρ ἀπορρέον τὸν Ὕπανιν ἄποτον ποιέειν . ἐν τούτῳ τῷ χώρῳ κέεται χαλκήιον , μεγάθει καὶ ἑξαπλήσιον τοῦ ἐπὶ στόματι τοῦ Πόντου κρητῆρος , τὸν Παυσανίης Κλεομβρότου ἀνέθηκε . ὃς δὲ μὴ εἶδε κω τοῦτον , ὧδε δηλώσω . ἑξακοσίους ἀμφορέας εὐπετέως χωρέει τὸ ἐν Σκύθῃσι χαλκήιον , πάχος δὲ τὸ Σκυθικὸν τοῦτο χαλκήιον ἐστὶ δακτύλων ἕξ . τοῦτο ὦν ἔλεγον οἱ ἐπιχώριοι ἀπὸ ἀρδίων γενέσθαι . βουλόμενον γὰρ τὸν σφέτερον βασιλέα , τῶ οὔνομα εἶναι Ἀριάνταν , τοῦτον εἰδέναι τὸ πλῆθος τὸ Σκυθέων κελεύειν μιν πάντας Σκύθας ἄρδιν ἕκαστον μίαν ἀπὸ τοῦ ὀιστοῦ κομίσαι . ὃς δ’ ἄν μὴ κομίσῃ , θάνατον ἀπείλεε . κομισθῆναι τε δὴ χρῆμα πολλὸν ἀρδίων καί οἱ δόξαι ἐξ αὐτέων μνημόσυνον ποιήσαντι λιπέσθαι . ἐκ τουτέων δή μιν τὸ χαλκήιον ποιῆσαι τοῦτο καὶ ἀναθεῖναι ἐς τὸν Ἐξαμπαῖον τοῦτον . ταῦτα δὲ περὶ τοῦ πλήθεος τοῦ Σκυθέων ἤκουον .