4.78 ὅτε δὲ διατρίψειε μῆνα πλέον τούτου , ἀπαλλάσσετο ἐνδὺς τὴν Σκυθικὴν στολήν . ταῦτα ποιέεσκε πολλάκις καὶ οἰκία τε ἐδείματο ἐν Βορυσθένεϊ καὶ γυναῖκα ἔγημε ἐς αὐτὰ ἐπιχωρίην .
4.79 ἐπείτε δὲ ἔδεέ οἱ κακῶς γενέσθαι , ἐγίνετο ἀπὸ προφάσιος τοιῆσδε . ἐπεθύμησε Διονύσῳ Βακχείῳ τελεσθῆναι · μέλλοντι δέ οἱ ἐς χεῖρας ἄγεσθαι τὴν τελετὴν ἐγένετο φάσμα μέγιστον . ἦν οἱ ἐν Βορυσθενεϊτέων τῇ πόλι οἰκίης μεγάλης καὶ πολυτελέος περιβολή , τῆς καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον , τὴν πέριξ λευκοῦ λίθου σφίγγες τε καὶ γρῦπες ἕστασαν · ἐς ταύτην θεὸς ἐνέσκηψε βέλος . καὶ μὲν κατεκάη πᾶσα , Σκύλης δὲ οὐδὲν τούτου εἵνεκα ἧσσον ἐπετέλεσε τὴν τελετήν . Σκύθαι δὲ τοῦ βακχεύειν πέρι Ἕλλησι ὀνειδίζουσι · οὐ γὰρ φασὶ οἰκὸς εἶναι θεὸν ἐξευρίσκειν τοῦτον ὅστις μαίνεσθαι ἐνάγει ἀνθρώπους . ἐπείτε δὲ ἐτελέσθη τῷ Βακχείῳ Σκύλης , διεπρήστευσε τῶν τις Βορυσθενειτέων πρὸς τοὺς Σκύθας λέγων ʹ ἡμῖν γὰρ καταγελᾶτε , Σκύθαι , ὅτι βακχεύομεν καὶ ἡμέας θεὸς λαμβάνει · νῦν οὗτος δαίμων καὶ τὸν ὑμέτερον βασιλέα λελάβηκε , καὶ βακχεύει τε καὶ ὑπὸ τοῦ θεοῦ μαίνεται . εἰ δέ μοι ἀπιστέετε , ἕπεσθε , καὶ ὑμῖν ἐγὼ δέξω . ʹ εἵποντο τῶν Σκύθεων οἱ προεστεῶτες , καὶ αὐτοὺς ἀναγαγὼν Βορυσθενεΐτης λάθρῃ ἐπὶ πύργον κατεῖσε . ἐπείτε δὲ παρήιε σὺν τῷ θιάσῳ Σκύλης καὶ εἶδόν μιν βακχεύοντα οἱ Σκύθαι , κάρτα συμφορὴν μεγάλην ἐποιήσαντο , ἐξελθόντες δὲ ἐσήμαινον πάσῃ τῇ στρατιῇ τὰ ἴδοιεν .