4.78 οὗτος μέν νυν οὕτω δὴ ἔπρηξε διὰ ξεινικά τε νόμαια καὶ Ἑλληνικὰς ὁμιλίας . πολλοῖσι δὲ κάρτα ἔτεσι ὕστερον Σκύλης Ἀριαπείθεος ἔπαθε παραπλήσια τούτῳ . Ἀριαπείθεϊ γὰρ τῷ Σκυθέων βασιλέι γίνεται μετ’ ἄλλων παίδων Σκύλης · ἐξ Ἰστριηνῆς δὲ γυναικὸς οὗτος γίνεται καὶ οὐδαμῶς ἐγχωρίης · τὸν μήτηρ αὕτη γλῶσσάν τε Ἑλλάδα καὶ γράμματα ἐδίδαξε . μετὰ δὲ χρόνῳ ὕστερον Ἀριαπείθης μὲν τελευτᾷ δόλῳ ὑπὸ Σπαργαπείθεος τοῦ Ἀγαθύρσων βασιλέος , Σκύλης δὲ τήν τε βασιληίην παρέλαβε καὶ τὴν γυναῖκα τοῦ πατρός , τῇ οὔνομα ἦν Ὀποίη · ἦν δὲ αὕτη Ὀποίη ἀστή , ἐξ ἧς ἦν Ὄρικος Ἀριαπείθεϊ παῖς . βασιλεύων δὲ Σκυθέων Σκύλης διαίτῃ οὐδαμῶς ἠρέσκετο Σκυψικῇ , ἀλλὰ πολλὸν πρὸς τὰ Ἑλληνικὰ μᾶλλον τετραμμένος ἦν ἀπὸ παιδεύσιος τῆς ἐπεπαίδευτο , ἐποίεέ τε τοιοῦτο · εὖτε ἀγάγοι τὴν στρατιὴν τὴν Σκυθέων ἐς τὸ Βορυσθενειτέων ἄστυ ʹοἱ δὲ Βορυσθενεῗται οὗτοι λέγουσι σφέας αὐτοὺς εἶναι Μιλησίουσ̓ , ἐς τούτους ὅκως ἔλθοι Σκύλης , τὴν μὲν στρατιὴν καταλίπεσκε ἐν τῷ προαστείῳ , αὐτὸς δὲ ὅκως ἔλθοι ἐς τὸ τεῖχος καὶ τὰς πύλας ἐγκλῄσειε , τὴν στολὴν ἀποθέμενος τὴν Σκυθικὴν λάβεσκε ἂν Ἑλληνίδα ἐσθῆτα , ἔχων δ’ ἂν ταύτην ἠγόραζε οὔτε δορυφόρων ἑπομένων οὔτε ἄλλου οὐδενός · τὰς δὲ πύλας ἐφύλασσον , μή τίς μιν Σκυθέων ἴδοι ἔχοντα ταύτην τὴν στολήν · καὶ τά τε ἄλλα ἐχρᾶτο διαίτη Ἑλληνικῇ καὶ θεοῖσι ἱρὰ ἐποίεε κατὰ νόμους τοὺς Ἑλλήνων .